Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.102.1-19.102.8

阿加托克利斯控制美塞尼与肃清政敌

第 179 段,共 301 段 · 希腊语

内容简介

阿加托克利斯派兵前往美塞尼以瓦解叙拉古流亡者的集结,强迫该城将他们驱逐,并通过屠杀以前的反对者来巩固对西西里的统治。此后,他因迦太基舰队的介入而未能夺取阿克拉加斯,转而掠夺了迦太基的领土。

§19.102.1ἐν δὲ τῇ Σικελίᾳ τῆς εἰρήνης ἄρτι γεγενημένης Ἀγαθοκλεῖ πρὸς τοὺς Σικελιώτας πλὴν Μεσσηνίων οἱ μὲν φυγάδες τῶν Συρακοσίων ἠθροίσθησαν εἰς τὴν Μεσσήνην, ταύτην ὁρῶντες λοιπὴν οὖσαν τῶν ἀλλοτρίως ἐχουσῶν πρὸς τὸν δυνάστην,
在西西里,当阿加托克利斯与除美塞尼人以外的西西里人刚刚达成和平时,叙拉古的流亡者聚集在美塞尼,因为他们看到美塞尼是对这位统治者怀有敌意的城市中最后剩下的一座。
§19.102.2ὁ δʼ Ἀγαθοκλῆς σπεύδων αὐτῶν καταλῦσαι τὸ σύστημα Πασίφιλον στρατηγὸν ἐξαπέστειλε μετὰ δυνάμεως εἰς τὴν Μεσσήνην, §19.102.3ἐντειλάμενος ἐν ἀπορρήτοις ἃ χρὴ πράττειν.
阿加托克利斯急于瓦解他们的集结,便派将军帕西菲卢斯率领一支军队前往美塞尼,秘密地指示了他应当做的事。
οὗτος δὲ ἀπροσδοκήτως ἐμβαλὼν εἰς τὴν χώραν καὶ πολλῶν αἰχμαλώτων καὶ τῆς ἄλλης λείας ἐγκρατὴς γενόμενος ἠξίου τοὺς Μεσσηνίους βούλεσθαι τὴν φιλίαν καὶ μὴ συναναγκάζεσθαι τοῖς πολεμιωτάτοις αὐτοῦ διαλύεσθαι.
帕西菲卢斯出其不意地侵入了该地区,在俘获了许多俘虏并夺取了其余战利品后,他要求美塞尼人选择友好,而不要被迫与他最险恶的敌人一同走向毁灭。
§19.102.4οἱ δὲ Μεσσήνιοι λαβόντες ἐλπίδας τοῦ χωρὶς κινδύνων ἀπολυθήσεσθαι τοῦ πολέμου τούς τε φυγάδας τοὺς ἐκ Συρακουσσῶν ἐξέβαλον καὶ τὸν Ἀγαθοκλέα παραγενόμενον μετὰ δυνάμεως προσεδέξαντο.
美塞尼人抱有免于危险而摆脱战争的希望,便驱逐了来自叙拉古的流亡者,并接纳了率军前来的阿加托克利斯。
§19.102.5ὁ δὲ τὸ μὲν πρῶτον φιλανθρώπως αὐτοῖς προσεφέρετο καὶ τοὺς φυγάδας ἔπεισεν καταδέξασθαι τοὺς συ στρατευομένους μὲν αὐτῷ, πεφυγαδευμένους δὲ νόμῳ ὑπὸ τῶν Μεσσηνίων.
起初,阿加托克利斯对他们表现得十分友善,并说服他们重新接纳了那些曾与他一同服役、但被美塞尼人依法驱逐的流亡者。
§19.102.6μετὰ δὲ ταῦτα τοὺς ἐναντιουμένους ἐν τοῖς ἔμπροσθεν χρόνοις τῇ δυναστείᾳ μεταπεμψάμενος ἔκ τε Ταυρομενίου καὶ τῆς Μεσσήνης ἅπαντας ἀπέσφαξεν, οὐκ ἐλάττους ὄντας ἑξακοσίων·
但在此之后,他召集了先前反对他统治的人,他们来自陶罗梅尼乌姆和美塞尼两地,并将他们全部屠杀,人数不下于六百人。
§19.102.7διανοούμενος γὰρ πόλεμον ἐκφέρειν τοῖς Καρχηδονίοις πᾶν τὸ διακείμενον ἀλλοτρίως κατὰ τὴν Σικελίαν ἐκ ποδῶν ἐποιεῖτο.
因为他打算对迦太基人宣战,所以他将西西里所有怀有敌意的势力一扫而空。
οἱ δὲ Μεσσήνιοι τῶν ξένων τοὺς εὐνουστάτους αὐτοῖς καὶ δυναμένους ἀμύνασθαι τὸν τύραννον ἐκβεβληκότες ἐκ τῆς πόλεως καὶ τῶν πολιτῶν τοὺς ἀλλοτρίως ἔχοντας πρὸς τὸν δυνάστην ὁρῶντες ἀνῃρημένους, ἔτι δὲ τοὺς ἐπὶ κακουργίᾳ καταδεδικασμένους ἠναγκασμένοι καταδέξασθαι μετεμέλοντο μὲν ἐπὶ τοῖς πεπραγμένοις, ἠναγκάζοντο δὲ καρτερεῖν, καταπεπληγμένοι τὴν ὑπεροχὴν τῶν κρατούντων.
美塞尼人不仅驱逐了外邦人中对他们最忠诚且有能力抵抗僭主的人,又看到市民中对统治者怀有敌意的人被消灭,而且被迫接纳了那些因作恶而被判刑的人,因而对自己的所作所为感到后悔,但由于对当权者的压倒性力量感到恐惧,他们被迫忍气吞声。
§19.102.8ὁ δʼ Ἀγαθοκλῆς τὸ μὲν πρῶτον ἀνέζευξεν ἐπʼ Ἀκράγαντος, διανοούμενος καὶ ταύτην τὴν πόλιν συσκευάσασθαι· τῶν δὲ Καρχηδονίων καταπλευσάντων ναυσὶν ἑξήκοντα ταύτης μὲν τῆς προθέσεως ἀπέστη, τὴν δὲ χώραν τὴν ὑπὸ Καρχηδονίους ἐπιὼν ἐλεηλάτει καὶ τῶν φρουρίων ἃ μὲν ᾕρει κατὰ κράτος, ἃ δὲ διʼ ὁμολογίας προσήγετο.
阿加托克利斯起初向阿克拉加斯进军,企图将这座城市也据为己有;但在迦太基人率六十艘战船驶入港口后,他放弃了这一企图,并侵入迦太基人统治下的领土进行掠夺,在那些堡垒中,有的是强攻夺取,有的是通过协定使其归顺。

词汇与语法注释

  1. 19.102.1τῆς εἰρήνης ἄρτι γεγενημένης Ἀγαθοκλεῖ πρὸς τοὺς Σικελιώτας πλὴν Μεσσηνίων — 属格独立结构。主语为 τῆς εἰρήνης,分词为 γεγενημένης。用以描述在阿加托克利斯(与格 Ἀγαθοκλεῖ)与除美塞尼人之外的西西里人之间刚刚达成和平的背景情况。
  2. 19.102.3μὴ συναναγκάζεσθαι τοῖς πολεμιωτάτοις αὐτοῦ διαλύεσθαι — 不定词 συναναγκάζεσθαι 的逻辑主语为前文的 τοὺς Μεσσηνίους(宾格),承接 ἠξίου(要求)。其中,被动不定词 διαλύεσθαι 作为补足语连接于 συναναγκάζεσθαι,意为“不要被迫与他最险恶的敌人一同走向毁灭(字面上为一同被解体)”。
  3. 19.102.5τοὺς συστρατευομένους μὲν αὐτῷ, πεφυγαδευμένους δὲ νόμῳ ὑπὸ τῶν Μεσσηνίων — 两个修饰名词 τοὺς φυγάδας(流亡者)的分词(现在分词 συστρατευομένους 与 photo/完成时被动分词 πεφυγαδευμένους)通过 μέν... δέ 形成对比,说明这些流亡者虽然当时随阿加托克利斯从军,但此前已被美塞尼人依法驱逐。
  4. 19.102.7τῶν ξένων τοὺς εὐνουστάτους αὐτοῖς... ἐκβεβληκότες... καὶ τῶν πολιτῶν τοὺς ἀλλοτρίως έχοντας... ὁρῶντες ἀνῃρημένους — 展现美塞尼人后悔原因的双重结构:第一,他们自己“驱逐了”(ἐκβεβληκότες)对他们最友善的外邦人;第二,他们“目睹了”(ὁρῶντες)市民中敌视统治者的人“被消灭”(完成时被动分词 ἀνῃρημένους 作感官动词 ὁρῶντες 的宾语补足语)。这些分词短语构成了主动词 μετεμέλοντο(后悔)的前提背景。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.102.1-19.102.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.102.1-19.102.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。