§19.101.1ἅμα δὲ τούτοις πραττομένοις κατὰ μὲν τὴν Ἰταλίαν Ῥωμαίων διαπολεμούντων τὸν πρὸς Σαμνίτας πόλεμον συνεχεῖς ἐγίνοντο προνομαὶ τῆς χώρας καὶ πολιορκίαι πόλεων καὶ δυνάμεων ἐν ὑπαίθρῳ στρατοπεδεῖαι·
これらの事柄がなされている間に、イタリアにおいてはローマ人たちがサムニウム人に対する戦争を戦い抜いており、領土への絶え間ない略奪、都市の包囲、そして野外での軍勢の陣営設営が行われていた。
τὰ γὰρ μαχιμώτατα τῶν κατὰ τὴν Ἰταλίαν ἐθνῶν περὶ ἡγεμονίας φιλοτιμούμενα παντοίους συνίσταντο κινδύνους.
イタリアにおける最も好戦的な諸部族が覇権を巡って競い合い、あらゆる種類の危険に直面していたからである。
§19.101.2οἱ μὲν οὖν τῶν Ῥωμαίων ὕπατοι μέρος τῆς δυνάμεως ἀναλαβόντες ἀντεστρατοπέδευσαν ταῖς τῶν πολεμίων παρεμβολαῖς καὶ πρὸς μὲν μάχην καιρὸν ἐπετήρουν οἰκεῖον, ταῖς δὲ συμμαχίσι πόλεσι παρείχοντο τὴν ἀσφάλειαν.
さて、ローマ人の執政官たちは軍勢の一部を率いて敵の陣営に対峙して布陣し、戦闘に適した機会を伺う一方で、同盟都市たちに安全を提供していた。
§19.101.3τὸ δὲ λοιπὸν στρατόπεδον ἀναλαβὼν Κόιντος Φάβιος, ὃς ἦν αὐτοκράτωρ ᾑρημένος, τήν τε Φρεγελλανῶν πόλιν εἷλε καὶ τῶν ἀλλοτρίως διακειμένων πρὸς τὴν Ῥώμην τοὺς ἐπιφανεστάτους ἐζώγρησεν.
一方、残りの軍勢を率いたクィントゥス・ファビウス(彼は独裁官に選ばれていた)は、フレゲッラエ人の都市を占領し、ローマに対して敵対的な態度をとっていた者たちのうち最も著名な人々を生け捕りにした。
τούτους δὲ τὸν ἀριθμὸν ὄντας πλείους τῶν διακοσίων ἀπήγαγεν εἰς Ῥώμην καὶ προαγαγὼν εἰς τὴν ἀγορὰν ῥαβδίσας ἐπελέκησε κατὰ τὸ πάτριον ἔθος.
彼は、その数が二百人を超えるこれらの人々をローマに連行し、広場に連れ出して、祖先の習わしに従って鞭打ち、斧で斬首した。
μετʼ ὀλίγον δὲ ἐμβαλὼν εἰς τὴν τῶν πολεμίων χώραν Καλατίαν καὶ τὴν Νωλάνων ἀκρόπολιν ἐξεπολιόρκησεν καὶ λαφύρων μὲν πλῆθος ἀπέδοτο, τοῖς δὲ στρατιώταις πολλὴν τῆς χώρας κατεκληρούχησεν.
少しのち、敵の領土に侵入してカラティア、そしてノラ人のアクロポリスを攻め落とし、多数の戦利品を売却し、兵士たちにはその領土の多くを分配した。
ὁ δὲ δῆμος, κατὰ νοῦν τῶν πραγμάτων αὐτῷ προχωρούντων, ἀποικίαν ἀπέστειλεν εἰς τὴν νῆσον τὴν Ποντίαν καλουμένην.
民衆は、ファビウスにとって事態が望み通りに進んでいたため、ポンティアと呼ばれる島に入植地を派遣した。