Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §19.100.1-19.100.7

死海事業の失敗とデメトリオスのバビロン派遣

177 / 301 箇所 · ギリシア語

要旨

デメトリオスの帰還後、アンティゴノスは死海の事業をヒエロニュモスに任せるが、アラビア人の襲撃により失敗する。その後、セレウコスの進軍に対抗して、アンティゴノスはデメトリオスをバビロン派遣へと向かわせる。

§19.100.1ὁ δʼ Ἀντίγονος, ἐπανελθόντος τοῦ Δημητρίου καὶ τὰ κατὰ μέρος τῶν πεπραγμένων ἀπαγγείλαντος, ἐπὶ μὲν τῇ συνθέσει τῇ πρὸς τοὺς Ναβαταίους ἐπετίμησεν αὐτῷ, λέγων ὅτι πολλῷ θρασυτέρους πεποίηκε τοὺς βαρβάρους ἐάσας ἀτιμωρήτους· δόξειν γὰρ αὐτοὺς τετευχέναι συγγνώμης οὐ διʼ ἐπιείκειαν, ἀλλὰ διʼ ἀδυναμίαν τοῦ κρατῆσαι·
デメトリオスが帰還し、事の一部始終を報告すると、アンティゴノスは、ナバタイ人たちとの協定については彼を非難し、彼らを罰しないまま放置したことで蛮族をはるかに大胆にさせてしまった、彼らは寛容さからではなく、支配する能力のなさから許しを得たのだと人々に思われるだろうからである、と言った。
ἐπὶ δὲ τῷ κατασκέψασθαι τὴν λίμνην καὶ δοκεῖν εὑρηκέναι τινὰ τῇ βασιλείᾳ πρόσοδον ἐπαινέσας ἐπὶ μὲν ταύτης ἐπιμελητὴν ἔταξεν Ἱερώνυμον τὸν τὰς ἱστορίας συγγράψαντα,
しかし、湖を偵察し、王国に何らかの収入を見出したように思われることについては彼を称賛し、この湖の事業の管理者に、歴史を著したヒエロニュモスを任命した。
§19.100.2τούτῳ δὲ συνετέτακτο πλοῖα παρασκευάσασθαι καὶ πᾶσαν τὴν ἄσφαλτον ἀναλαβόντα συνάγειν εἴς τινα τόπον.
この男には、船を準備し、すべてのアスファルトを回収してある場所に集めることが命じられていた。
οὐ μὴν ἀπέβη γε καὶ τὸ τέλος κατὰ τὴν ἐλπίδα τοῖς περὶ τὸν Ἀντίγονον·
しかしながら、結末はアンティゴノスらの期待通りにはならなかった。
οἱ γὰρ Ἄραβες συστραφέντες εἰς ἑξακισχιλίους, ἐπιπλεύσαντες ἐν ταῖς δέσμαις ἐπὶ τοὺς ἐν τοῖς πλοίοις, σχεδὸν ἅπαντας κατετόξευσαν.
アラビア人たちが約六千人集まり、葦の束に乗って船上の者たちを襲い、ほとんど全員を射殺したからである。
§19.100.3ἐξ οὗ δὴ συνέβη τὸν Ἀντίγονον ἀπογνῶναι τὰς προσόδους ταύτας διὰ τὸ γεγονὸς παράπτωμα καὶ διὰ τὸ τὸν νοῦν ἔχειν πρὸς ἑτέροις μείζοσι.
この出来事により、アンティゴノスは起こった災難と、より重大な他の事柄に心を向けていたことから、これらの収入を諦めることになった。
παρεγένετο γὰρ κατὰ τούτους τοὺς καιροὺς βυβλιαφόρος ἔχων ἐπιστολὴν παρὰ Νικάνορος τοῦ στρατηγοῦ τῆς τε Μηδίας καὶ τῶν ἄνω σατραπειῶν·
まさにこの時期、メディアおよび上部サトラペイアの将軍ニカノルからの書簡を持った伝令が到着した。
ἐν ταύτῃ δʼ ἦν γεγραμμένον περί τε τῆς ἀναβάσεως τῆς Σελεύκου καὶ τῶν γεγονότων περὶ αὐτὸν ἀτυχημάτων.
その書簡には、セレウコスの進軍と、彼の身に起こった不運な出来事について書かれていた。
§19.100.4διόπερ ἀγωνιῶν ὁ Ἀντίγονος περὶ τῶν ἄνω σατραπειῶν ἐξέπεμψε Δημήτριον τὸν υἱὸν ἔχοντα πεζοὺς Μακεδόνας μὲν πεντακισχιλίους, μισθοφόρους δὲ μυρίους, ἱππεῖς δὲ τετρακισχιλίους·
それゆえ、上部サトラペイアの件を憂慮したアンティゴノスは、息子のデメトリオスにマケドニア人の歩兵五千、傭兵一万、騎兵四千をつけて派遣した。
συνετέτακτο δʼ αὐτῷ μέχρι Βαβυλῶνος ἀναβῆναι καὶ τὴν σατραπείαν ἀνακτησάμενον καταβαίνειν συντόμως ἐπὶ θάλασσαν.
彼には、バビロンまで進軍してサトラペイアを奪還したのち、速やかに海へと戻るよう命じられていた。
§19.100.5ὁ μὲν οὖν Δημήτριος ὁρμήσας ἐκ Δαμασκοῦ τῆς Συρίας τὸ συνταχθὲν ὑπὸ τοῦ πατρὸς ἐπετέλει μετὰ σπουδῆς·
こうしてデメトリオスはシリアのダマスコから出撃し、父から命じられた任務を熱心に遂行した。
ὁ δὲ καθεσταμένος ὑπὸ Σελεύκου τῆς Βαβυλωνίας στρατηγὸς Πατροκλῆς πυθόμενος περὶ Μεσοποταμίαν εἶναι τοὺς πολεμίους, ὑπομεῖναι μὲν τὴν ἔφοδον αὐτῶν οὐκ ἐτόλμησεν, ὀλίγους ἔχων περὶ αὑτόν, ἀλλὰ τοῖς μὲν ἄλλοις προσέταξεν ἐκλιπεῖν τὴν πόλιν καὶ τοὺς μὲν αὐτῶν διαβάντας τὸν Εὐφράτην φυγεῖν εἰς τὴν ἔρημον, τοὺς δὲ περάσαντας τὸν Τίγριν ἀπελθεῖν εἰς τὴν Σουσιανὴν πρὸς Εὐτελῆ καὶ τὴν Ἐρυθρὰν θάλατταν,
一方、セレウコスによってバビロニアの将軍に任命されていたパトロクレスは、敵がメソポタミア付近にいると聞き、周囲に僅かな兵しかいなかったため、その攻撃を待ち受ける勇気がなく、むしろ、他の人々には都市から退避するように命じ、彼らのうち一部にはユーフラテス川を渡って砂漠へ逃れるよう、また別の人々にはチグリス川を渡って、スシアナ地方のエウテレス、そして紅海へと向かうように命じた。
§19.100.6αὐτὸς δὲ μεθʼ ὧν εἶχε στρατιωτῶν προβολαῖς χρώμενος ῥεύμασι ποταμῶν καὶ διώρυξιν ἀνεστρέφετο περὶ τὴν σατραπείαν, ἅμα μὲν ἐφεδρεύων τοῖς πολεμίοις, ἅμα δὲ πέμπων πρὸς Σέλευκον εἰς Μηδίαν περὶ τῶν ἀεὶ συντελουμένων καὶ παρακαλῶν βοηθεῖν τὴν ταχίστην.
自身は手元にある兵たちとともに、河川の流れや運河を防壁として利用しながらサトラペイアを動き回り、敵を警戒しつつ、同時にメディアのセレウコスのもとへ逐次生じる状況についての伝令を送り、一刻も早く援軍に来るよう要請していた。
§19.100.7ὁ δὲ Δημήτριος ἐπειδὴ παραγενόμενος εἰς Βαβυλῶνα τὴν πόλιν ἐκλελειμμένην εὗρεν, πολιορκεῖν ἐπεχείρει τὰς ἀκροπόλεις.
一方、デメトリオスはバビロンに到着したとき、都市がもぬけの殻になっているのを見出し、アクロポリスを包囲攻撃し始めた。
ὧν τὴν ἑτέραν ἑλὼν ἔδωκε τοῖς ἰδίοις στρατιώταις εἰς διαρπαγήν·
そのうちの一つを占領すると、彼は自分の兵士たちに略奪を許した。
τὴν δʼ ἑτέραν πολιορκήσας ἡμέρας τινάς, ἐπειδὴ χρόνου προσεδεῖτο, Ἀρχέλαον μὲν ἕνα τῶν φίλων ἀπέλιπε στρατηγὸν ἐπὶ τῆς πολιορκίας, δοὺς αὐτῷ πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δὲ χιλίους, αὐτὸς δέ, τοῦ χρόνου συντρέχοντος ἐν ᾧ συντεταγμένον ἦν τὴν ἄφοδον αὐτῷ ποιήσασθαι, μετὰ τῆς λοιπῆς δυνάμεως τὴν ἐπὶ θάλασσαν κατάβασιν ἐποιεῖτο.
もう一つの砦を数日間包囲したが、時間がさらに必要となったため、友人の一人であるアルケラオスを将軍として包囲のために残し、彼に歩兵五千、騎兵一千を与えた。 そして彼自身は、彼が退却を行うよう命じられていた期限が迫ってきたため、残りの軍勢を率いて海への退却の途に就いた。

語釈・文法注

  1. 19.100.1δόξειν γὰρ αὐτοὺς τετευχέναι συγγνώμης — 動詞 λέγων から始まる間接話法(伝聞)の文脈において、δόξειν は未来不定詞であり、その主語は一般的または文脈から補われる「人々」あるいは非人称的(「〜と思われるだろう」)である。τετευχέναι(完了不定詞)の意味上の主語は対格の αὐτούς(ナバタイ人たち)であり、「彼らが許しを得た」と解釈される。
  2. 19.100.5τοὺς μὲν αὐτῶν ... τοὺς δὲ — αὐτῶν は部分格的属格(都市を脱出した人々全体を指す)であり、その後に続く対格の冠詞つき分詞 τοὺς μὲν ... διαβάντας ... τοὺς δὲ περάσαντας によって二つのグループに細分化されている。これらはともに動詞 προσέταξεν の対格不定詞構文(φυγεῖν および ἀπελθεῖν)の意味上の主語として機能している。
  3. 19.100.7τοῦ χρόνου συντρέχοντος ἐν ᾧ συντεταγμένον ἦν — τοῦ χρόνου συντρέχοντος は現在分詞を用いた独立属格構文(「時間が迫っていたので」)。関係節内の συντεταγμένον ἦν は中性単数完了分詞と ἦν からなる非人称の受動態構文(「〜することが命令されていた」)であり、対格不定詞 τὴν ἄφοδον αὐτῷ ποιήσασθαι を実質的な主語として従えている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §19.100.1-19.100.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.100.1-19.100.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。