Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.100.1-19.100.7

死海开发的失败与德米特里进军巴比伦

第 177 段,共 301 段 · 希腊语

内容简介

德米特里归来后,安提柯将死海的沥青开发交托给希罗尼穆斯,但因阿拉伯人的袭击而宣告失败。随后,为了应对塞琉古的扩张,安提柯派遣德米特里前往巴比伦。

§19.100.1ὁ δʼ Ἀντίγονος, ἐπανελθόντος τοῦ Δημητρίου καὶ τὰ κατὰ μέρος τῶν πεπραγμένων ἀπαγγείλαντος, ἐπὶ μὲν τῇ συνθέσει τῇ πρὸς τοὺς Ναβαταίους ἐπετίμησεν αὐτῷ, λέγων ὅτι πολλῷ θρασυτέρους πεποίηκε τοὺς βαρβάρους ἐάσας ἀτιμωρήτους· δόξειν γὰρ αὐτοὺς τετευχέναι συγγνώμης οὐ διʼ ἐπιείκειαν, ἀλλὰ διʼ ἀδυναμίαν τοῦ κρατῆσαι·
当德米特里归来并详细报告了所做之事后,安提柯在与纳巴泰人缔结条约一事上指责了他,说他放任蛮族未受惩罚,使他们变得更加胆大妄为;因为人们会认为他们获得宽恕并非出于宽容,而是因为无力制服他们。
ἐπὶ δὲ τῷ κατασκέψασθαι τὴν λίμνην καὶ δοκεῖν εὑρηκέναι τινὰ τῇ βασιλείᾳ πρόσοδον ἐπαινέσας ἐπὶ μὲν ταύτης ἐπιμελητὴν ἔταξεν Ἱερώνυμον τὸν τὰς ἱστορίας συγγράψαντα, §19.100.2τούτῳ δὲ συνετέτακτο πλοῖα παρασκευάσασθαι καὶ πᾶσαν τὴν ἄσφαλτον ἀναλαβόντα συνάγειν εἴς τινα τόπον.
然而,对于德米特里侦察湖泊并似乎为王国发现了一笔收入这一点,安提柯赞赏了他,并任命撰写历史的希罗尼穆斯为该项事务的主管,此人被命令准备船只,收集所有的沥青并集中到某个地方。
οὐ μὴν ἀπέβη γε καὶ τὸ τέλος κατὰ τὴν ἐλπίδα τοῖς περὶ τὸν Ἀντίγονον· οἱ γὰρ Ἄραβες συστραφέντες εἰς ἑξακισχιλίους, ἐπιπλεύσαντες ἐν ταῖς δέσμαις ἐπὶ τοὺς ἐν τοῖς πλοίοις, σχεδὸν ἅπαντας κατετόξευσαν.
然而,结局并未如安提柯等人的预期那样发展;因为阿拉伯人聚集了大约六千人,乘坐芦苇束袭击了船上的人,几乎将他们全部用弓箭射死。
§19.100.3ἐξ οὗ δὴ συνέβη τὸν Ἀντίγονον ἀπογνῶναι τὰς προσόδους ταύτας διὰ τὸ γεγονὸς παράπτωμα καὶ διὰ τὸ τὸν νοῦν ἔχειν πρὸς ἑτέροις μείζοσι.
因此,由于所发生的这一挫折,以及他的心思正放在其他更重大的事情上,安提柯决定放弃这些收入。
παρεγένετο γὰρ κατὰ τούτους τοὺς καιροὺς βυβλιαφόρος ἔχων ἐπιστολὴν παρὰ Νικάνορος τοῦ στρατηγοῦ τῆς τε Μηδίας καὶ τῶν ἄνω σατραπειῶν· ἐν ταύτῃ δʼ ἦν γεγραμμένον περί τε τῆς ἀναβάσεως τῆς Σελεύκου καὶ τῶν γεγονότων περὶ αὐτὸν ἀτυχημάτων.
因为正是在这个时候,一名信使送来了由米底亚及上部行省的将军尼卡诺尔写来的信件;信中写到了塞琉古的进军以及发生在他自己身上的不幸遭遇。
§19.100.4διόπερ ἀγωνιῶν ὁ Ἀντίγονος περὶ τῶν ἄνω σατραπειῶν ἐξέπεμψε Δημήτριον τὸν υἱὸν ἔχοντα πεζοὺς Μακεδόνας μὲν πεντακισχιλίους, μισθοφόρους δὲ μυρίους, ἱππεῖς δὲ τετρακισχιλίους· συνετέτακτο δʼ αὐτῷ μέχρι Βαβυλῶνος ἀναβῆναι καὶ τὴν σατραπείαν ἀνακτησάμενον καταβαίνειν συντόμως ἐπὶ θάλασσαν.
因此,安提柯因担忧上部行省的局势,派遣他的儿子德米特里率领五千名马其顿步兵、一万名雇佣兵和四千名骑兵;他被命令进军直达巴比伦,在夺回该行省后速返回海边。
§19.100.5ὁ μὲν οὖν Δημήτριος ὁρμήσας ἐκ Δαμασκοῦ τῆς Συρίας τὸ συνταχθὲν ὑπὸ τοῦ πατρὸς ἐπετέλει μετὰ σπουδῆς·
于是德米特里从叙利亚的大马士革出发,迅速执行了父亲交代的任务。
ὁ δὲ καθεσταμένος ὑπὸ Σελεύκου τῆς Βαβυλωνίας στρατηγὸς Πατροκλῆς πυθόμενος περὶ Μεσοποταμίαν εἶναι τοὺς πολεμίους, ὑπομεῖναι μὲν τὴν ἔφοδον αὐτῶν οὐκ ἐτόλμησεν, ὀλίγους ἔχων περὶ αὑτόν, ἀλλὰ τοῖς μὲν ἄλλοις προσέταξεν ἐκλιπεῖν τὴν πόλιν καὶ τοὺς μὲν αὐτῶν διαβάντας τὸν Εὐφράτην φυγεῖν εἰς τὴν ἔρημον, τοὺς δὲ περάσαντας τὸν Τίγριν ἀπελθεῖν εἰς τὴν Σουσιανὴν πρὸς Εὐτελῆ καὶ τὴν Ἐρυθρὰν θάλατταν, §19.100.6αὐτὸς δὲ μεθʼ ὧν εἶχε στρατιωτῶν προβολαῖς χρώμενος ῥεύμασι ποταμῶν καὶ διώρυξιν ἀνεστρέφετο περὶ τὴν σατραπείαν, ἅμα μὲν ἐφεδρεύων τοῖς πολεμίοις, ἅμα δὲ πέμπων πρὸς Σέλευκον εἰς Μηδίαν περὶ τῶν ἀεὶ συντελουμένων καὶ παρακαλῶν βοηθεῖν τὴν ταχίστην.
而由塞琉古任命的巴比伦尼亚将军帕特罗克莱斯得知敌军已在美索不达米亚附近,由于身边兵力稀少,不敢迎击他们的进攻,而是命令其他人撤离城市,其中一些人渡过幼发拉底河逃往沙漠,另一些人渡过底格里斯河前往苏西亚纳的尤特莱斯以及红海,他自己则率领身边的士兵,利用河流和运河的流向作为防御屏障在行省内周旋,一方面监视敌军,另一方面向远在米底亚的塞琉古派遣信使报告不断发生的情况,并敦促他尽快前来救援。
§19.100.7ὁ δὲ Δημήτριος ἐπειδὴ παραγενόμενος εἰς Βαβυλῶνα τὴν πόλιν ἐκλελειμμένην εὗρεν, πολιορκεῖν ἐπεχείρει τὰς ἀκροπόλεις.
而德米特里到达巴比伦,发现城市已被废弃,便开始围攻那些卫城。
ὧν τὴν ἑτέραν ἑλὼν ἔδωκε τοῖς ἰδίοις στρατιώταις εἰς διαρπαγήν· τὴν δʼ ἑτέραν πολιορκήσας ἡμέρας τινάς, ἐπειδὴ χρόνου προσεδεῖτο, Ἀρχέλαον μὲν ἕνα τῶν φίλων ἀπέλιπε στρατηγὸν ἐπὶ τῆς πολιορκίας, δοὺς αὐτῷ πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δὲ χιλίους, αὐτὸς δέ, τοῦ χρόνου συντρέχοντος ἐν ᾧ συντεταγμένον ἦν τὴν ἄφοδον αὐτῷ ποιήσασθαι, μετὰ τῆς λοιπῆς δυνάμεως τὴν ἐπὶ θάλασσαν κατάβασιν ἐποιεῖτο.
他攻占了其中一座,留给自己的士兵洗劫;对另一座卫城围攻数日后,由于需要更多时间,他留下了他的一位朋友阿契劳斯作为将军主持围攻,并给了他五千名步兵和一千名骑兵,他自己则因为他被命令撤退的时间已经临近,便率领其余的军队向海边撤退。

词汇与语法注释

  1. 19.100.1δόξειν γὰρ αὐτοὺς τετευχέναι συγγνώμης — 在由 λέγων 引导的间接引语中,δόξειν 是将来时不定式,其未明示的主语是泛指的“人们”或具有无人称含义(“似乎/人们会认为”)。代词宾格 αὐτούς 则是现在完成时不定式 τετευχέναι 的逻辑主语,意为“他们(纳巴泰人)已经获得了”。
  2. 19.100.5τοὺς μὲν αὐτῶν ... τοὺς δὲ — αὐτῶν 是部分格属格(指撤离城市的全体人员),随后通过带冠词的宾格分词 τοὺς μὲν ... διαβάντας 和 τοὺς δὲ περάσαντας 被分为两部分。这两者均作为受 προσέταξεν 支配的不定式 φυγεῖν 和 ἀπελθεῖν 的逻辑主语。
  3. 19.100.7τοῦ χρόνου συντρέχοντος ἐν ᾧ συντεταγμένον ἦν — τοῦ χρόνου συντρέχοντος 是使用现在分词的属格独立结构(意为“由于时间临近”)。在关系从句中,συντεταγμένον ἦν 是一个无人称被动迂回结构(中性单数完成时分词配合 ἦν,意为“已被命令”),它以宾格不定式短语 τὴν ἄφοδον αὐτῷ ποιήσασθαι 作为其实质主语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.100.1-19.100.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.100.1-19.100.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。