§19.99.1τὴν δʼ ἐκπίπτουσαν ἄσφαλτον οἱ περιοικοῦντες ἐξ ἀμφοτέρων τῶν μερῶν τὴν λίμνην διαρπάζουσι πολεμικῶς διακείμενοι πρὸς ἀλλήλους, ἄνευ πλοίων ἰδιαζόντως τὴν κομιδὴν ποιούμενοι.
湖の両岸に住む人々は、互いに敵対関係にありながら、この噴出するアスファルトを奪い合うが、船を使わずに独特の方法で回収を行う。
παρασκευασάμενοι γὰρ δέσμας καλάμων εὐμεγέθεις ἐμβάλλουσιν εἰς τὴν λίμνην·
彼らは葦の非常に大きな束を準備して湖に投げ入れ、その上に三人以下で乗り込む。
ἐπὶ δὲ τούτων ἐπικάθηνται οὐ πλείω τριῶν, ὧν δύο μὲν ἔχοντες προσδεδεμένας πλάτας κωπηλατοῦσιν, εἷς δὲ φορῶν τόξα τοὺς προσπλέοντας κωπηλατοῦσιν, εἷς δὲ φορῶν τόξα τοὺς προσπλέοντας ἐκ τοῦ πέραν ἢ βιάζεσθαι τολμῶντας ἀμύνεται.
そのうち二人は結びつけられた櫂を手にして漕ぎ、一人は弓を携えて、向こう岸から漕ぎ寄せてくる者たちや、力ずくで押し入ろうとする者たちを撃退する。
§19.99.2ὅταν δὲ πλησίον γένωνται τῆς ἀσφάλτου, πελέκεις ἔχοντες ἐπιπηδῶσι καὶ καθάπερ μαλακῆς πέτρας ἀποκόπτοντες γεμίζουσι τὴν δέσμην, εἶτα ἀποπλέουσιν εἰς τοὐπίσω.
彼らがアスファルトの近くに達すると、斧を手にしてその上に飛び乗り、あたかも柔らかい石を切り出すかのように切り取って、葦の束に満載し、その後、後方へと漕ぎ戻る。
ἂν δέ τις αὐτῶν ἀποπέσῃ τῆς δέσμης διαλυθείσης μὴ δυνάμενος νεῖν, οὐ καταδύεται καθάπερ ἐν τοῖς ἄλλοις ὕδασιν, ἀλλὰ ἐπινήχεται τοῖς ἐπισταμένοις ὁμοίως.
もし彼らのうち誰かが、束がほどけたためにそこから転落し、泳ぐことができないとしても、他の水の中でのようには沈まず、泳ぎを知っている者たちと同じように水面に浮かび漂う。
§19.99.3φύσει γὰρ τοῦτο τὸ ὑγρὸν παραδέχεται βάρος ὃ συμβαίνει μετέχειν αὐξήσεως ἢ πνεύματος, ἔξω τῶν στερεῶν, ἃ τὴν πυκνότητα δοκεῖ παραπλησίαν ἔχειν ἀργύρῳ καὶ χρυσῷ καὶ μολύβδῳ καὶ τοῖς ὁμοίοις·
なぜなら、この液体は、成長や空気を宿しているあらゆる重いものを、その本性によって受け入れる(浮かせ留める)からであり、銀、金、鉛、およびこれらに類する物と同等の密度を持つと思われる固体は例外とされる。
καὶ ταῦτα μὲν πολὺ βραδύτερον καταφέρεται τῶν ἐν ταῖς ἄλλαις λίμναις ῥιπτουμένων.
そしてこれら(固体)でさえ、他の湖に投げ込まれるものに比べれば、はるかに遅く沈んでいく。
ταύτην δʼ ἔχοντες οἱ βάρβαροι πρόσοδον ἀπάγουσι τὴν ἄσφαλτον εἰς τὴν Αἴγυπτον καὶ πωλοῦσιν εἰς τὰς ταριχείας τῶν νεκρῶν·
この収入源を持つ蛮族たちは、アスファルトをエジプトへと運び、死体の防腐処理のために売却する。
μὴ μιγνυμένης γὰρ ταύτης τοῖς λοιποῖς ἀρώμασιν οὐ δυνατὸν γενέσθαι τὴν τῶν σωμάτων φυλακὴν πολυχρόνιον.
なぜなら、これが他の香料に混ぜ合わされない限り、遺体を長期にわたって保存することは不可能だからである。