§18.72.1μετὰ δὲ τὴν εὐημερίαν ταύτην οἱ μὲν Μεγαλοπολῖται ταῖς ψυχαῖς ἐθάρρησαν, ὁ δὲ Πολυπέρχων μετανοηθεὶς ἐπὶ τῇ πολιορκίᾳ καὶ πολὺν χρόνον ἐπιμένειν οὐ δυνάμενος ἐπὶ μὲν τῆς πολιορκίας ἀπέλιπε μέρος τῆς δυνάμεως, αὐτὸς δʼ ἐφʼ ἑτέρας ἀναγκαιοτέρας πράξεις ἐτρέπετο.
この成功ののち、メガロポリス市民たちは心において勇気を得た。 一方、ポリュペルコンは包囲戦について考えを変え、長い期間そこに留まることができなかったので、包囲戦には軍勢の一部を残し、自身は他のより差し迫った行動へと転じた。
§18.72.2καὶ Κλεῖτον μὲν τὸν ναύαρχον μετὰ τοῦ στόλου παντὸς ἐξέπεμψε, προστάξας ἐφεδρεύειν τοῖς περὶ τὸν Ἑλλήσποντον τόποις καὶ κωλύειν τὰς ἐκ τῆς Ἀσίας διαβιβαζομένας δυνάμεις εἰς τὴν Εὐρώπην, προσλαβέσθαι δὲ καὶ Ἀρριδαῖον τὸν συμπεφευγότα μὲν μετὰ τῶν στρατιωτῶν εἰς τὴν τῶν Κιανῶν πόλιν, ἐχθρὸν δʼ ὄντα τοῖς περὶ Ἀντίγονον.
そして彼は、提督クレイトスを全艦隊と共に派遣し、ヘレスポントス周辺の地域を警戒してアジアからヨーロッパへと渡される軍勢を阻止すること、および、兵士たちと共にキオス市民の都市に逃れ、アンティゴノスの一派と敵対しているアリダイオスをも味方に引き入れることを命じた。
§18.72.3τούτου δὲ πλεύσαντος ἐπὶ τὸν Ἑλλήσποντον καὶ προσαγαγομένου τὰς ἐν τῇ Προποντίδι πόλεις, ἔτι δὲ προσδεξαμένου τὴν μετʼ Ἀρριδαίου δύναμιν κατέπλευσεν εἰς τοὺς τόπους ἐκείνους Νικάνωρ ὁ τῆς Μουνυχίας φρούραρχος, ἐξαπεσταλμένος ὑπὸ Κασάνδρου μετὰ παντὸς τοῦ στόλου·
彼がヘレスポントスへと航行し、プロポンティスの諸都市を味方に引き入れ、さらにアリダイオスの軍勢を受け入れたとき、カサンドロスによって全艦隊と共に派遣されていたムニキアの守備隊長ニカノルがそれらの地域に船で到着した。
προσελάβετο δὲ καὶ τὰς παρʼ Ἀντιγόνου ναῦς, ὥστε τὰς πάσας ἔχειν πλείους τῶν ἑκατόν.
彼はまた、アンティゴノスからの船をも自軍に加えたので、全部で100隻以上の船を擁することとなった。
§18.72.4γενομένης δὲ ναυμαχίας οὐ μακρὰν τῆς τῶν Βυζαντίων πόλεως ἐνίκα ὁ Κλεῖτος καὶ κατέδυσε μὲν τῶν ἐναντίων ναῦς ἑπτακαίδεκα, εἷλε δὲ σὺν αὐτοῖς τοῖς ἀνδράσιν οὐκ ἐλάττω τῶν τεσσαράκοντα·
ビュザンティオン市民の都市から遠くない場所で海戦が起こり、クレイトスが勝利した。 彼は敵の船17隻を沈め、乗組員ごと40隻を下回らない船を捕獲した。
αἱ δὲ λοιπαὶ κατέφυγον εἰς τὸν τῶν Χαλκηδονίων λιμένα.
残りの船はカルケドン市民の港へと逃げ込んだ。
§18.72.5τοιαύτης δʼ εὐημερίας γενομένης τοῖς περὶ τὸν Κλεῖτον οὗτος μὲν ὑπέλαβε μηκέτι τολμήσειν τοὺς πολεμίους ναυμαχήσειν διὰ τὸ μέγεθος τῆς ἥττης, ὁ δʼ Ἀντίγονος πυθόμενος τὰ περὶ τὸν στόλον ἐλαττώματα παραδόξως διὰ τῆς ἰδίας ἀγχινοίας καὶ στρατηγίας ἀνεμαχέσατο τὸ γεγονὸς ἐλάττωμα.
クレイトスの一派にこのような大勝がもたらされたので、彼は、敵が敗北の大きさゆえに二度と海戦を挑む勇気はないだろうと考えた。 しかし、アンティゴノスは艦隊の敗北を知ると、意外なことに、自らの機知と将帥としての才によって、被った敗北を回復した。
§18.72.6παρὰ γὰρ Βυζαντίων μεταπεμψάμενος νυκτὸς ναῦς ὑπηρετικὰς ταύταις μὲν διεβίβαζεν εἰς τὸ πέραν τοξότας τε καὶ σφενδονήτας καὶ τῶν ἄλλων τῶν ψιλικῶν ταγμάτων τοὺς ἱκανούς.
というのも、彼は夜の間にビュザンティオン市民から補助船を呼び寄せ、これらを使って、対岸へと弓兵や投石兵、およびその他の軽装歩兵部隊の精鋭を渡らせたからである。
οὗτοι δὲ πρὸ ἡμέρας ἐπιθέμενοι τοῖς ἐκ τῶν πολεμίων νεῶν ἀποβεβῃκόσιν ἐπὶ τὴν γῆν καὶ πεζῇ κατεστρατοπεδευκόσι κατεπλήξαντο τοὺς περὶ τὸν Κλεῖτον.
彼らは夜明け前に、敵の船から陸に上がって陸上に露営していた者たちを襲撃し、クレイトスの一派を恐怖に陥れた。
ταχὺ δὲ πάντων διὰ τὸν φόβον τεταραγμένων καὶ εἰς τὰς ναῦς ἐμπηδώντων πολὺς ἐγένετο θόρυβος διά τε τὰς ἀποσκευὰς καὶ τὸ πλῆθος τῶν αἰχμαλώτων.
恐怖のために全員が素早く混乱に陥り、船へと飛び乗る中で、荷物や多数の捕虜のために、大きな混乱が生じた。
§18.72.7ἐν τοσούτῳ δὲ Ἀντίγονος ἐξαρτύσας τὰς μακρὰς ναῦς καὶ τῶν ἀλκιμωτάτων πεζῶν πολλοὺς ἐπιβάτας ἐπιστήσας ἀπέστειλε, παρακαλέσας τεθαρρηκότως ἐπιθέσθαι τοῖς πολεμίοις, ὡς πάντως καθʼ ἑαυτοὺς ἐσομένου τοῦ νικήματος.
その間に、アンティゴノスは戦艦を整え、最も強健な歩兵の中から多くの海兵を乗せて派遣した。 そして、勝利は完全に自分たちのものとなるだろうと信じて、自信を持って敵に襲いかかるよう彼らを激励した。
§18.72.8τοῦ δὲ Νικάνορος νυκτὸς ἀναχθέντος καὶ διαφωσκούσης τῆς ἡμέρας οὗτοι μὲν ἐπιπεσόντες ἄφνω τοῖς πολεμίοις τεθορυβημένοις εὐθὺς κατὰ τὸν πρῶτον ἐπίπλουν ἐτρέψαντο καὶ τὰς μὲν τοῖς ἐμβόλοις τύπτοντες ἀνέρρηττον, ὧν δὲ τοὺς ταρσοὺς παρέσυρον, ὧν δὲ αὐτάνδρων παραδιδομένων ἀκινδύνως ἐκυρίευον·
ニカノルが夜のうちに出航し、夜が明けかける頃、彼らは混乱している敵に突如襲いかかり、最初の突撃において即座に彼らを敗走させた。 そして、ある船は衝角で叩いて引き裂き、ある船は櫂の列を削ぎ落とし、ある船は乗組員ごと無抵抗に引き渡されるのを拿捕した。
τέλος δὲ πλὴν μιᾶς τῆς ναυαρχίδος τῶν λοιπῶν πασῶν αὐτάνδρων ἐκυρίευσαν.
そして最後には、旗艦1隻を除き、残りのすべての船を乗組員ごと拿捕した。
§18.72.9ὁ δὲ Κλεῖτος φυγὼν ἐπὶ τὴν γῆν καὶ καταλιπὼν τὴν ναῦν ἐπεβάλετο μὲν διὰ Μακεδονίας ἀνασώζεσθαι, περιπεσὼν δὲ στρατιώταις τισὶ τοῦ Λυσιμάχου διεφθάρη.
一方、クレイトスは陸へと逃れて船を遺棄し、マケドニアを通って脱出しようと試みたが、リシマコスの兵士たちの何人かに遭遇して殺された。