§18.71.1πολλῶν δὲ πιπτόντων παρʼ ἀμφοτέροις καὶ κατατραυματιζομένων καὶ τῆς νυκτὸς περικαταλαβούσης ὁ μὲν Πολυπέρχων ἀνακαλεσάμενος τῇ σάλπιγγι τοὺς στρατιώτας ἐπανῆλθεν ἐπὶ τὴν ἰδίαν στρατοπεδείαν.
双方で多くの者が倒れ、また負傷し、夜が訪れたので、ポリュペルコンはラッパで兵士たちを呼び戻し、自身の陣営へと退いた。
§18.71.2τῇ δʼ ὑστεραίᾳ τὸν τοῦ πτώματος τόπον ἀνακαθάρας ἐποίησε βάσιμον τοῖς θηρίοις καὶ διενοεῖτο χρήσασθαι ταῖς τούτων ῥώμαις πρὸς τὴν ἅλωσιν τῆς πόλεως.
翌日、彼は崩落箇所を片付けて獣たちが通行できるようにし、都市を攻略するためにこれら(獣たち)の力を利用しようと意図した。
οἱ δὲ Μεγαλοπολῖται Δάμιδος ἡγουμένου καὶ τούτου γεγονότος κατὰ τὴν Ἀσίαν μετʼ Ἀλεξάνδρου καὶ περὶ τὰς φύσεις καὶ χρείας τῶν ἐλεφάντων ἐμπειρίαν ἔχοντος οὐ μετρίως προετέρησαν.
一方、メガロポリス市民たちは、ダミスが指揮を執ったことで、大いに優位に立った。 この男はアレクサンドロスと共にアジアにいたことがあり、象たちの性質と用途について経験を持っていたのである。
§18.71.3οὗτος γὰρ τὴν ἰδίαν ἐπίνοιαν ἀντίταγμα τῇ τῶν θηρίων βίᾳ κατασκευάσας ἀχρήστους ἐποίησε τὰς τῶν σωμάτων ῥώμας.
というのも、彼は自らの考案したものを獣たちの力に対する対抗手段として作り上げ、その身体の力を無用なものにしたからである。
θύρας γὰρ μεγάλας πλείονας ἥλοις ὀξέσι καταπυκνώσας καὶ ταύτας ἐν ὀρύγμασι ταπεινοῖς καταστρώσας καὶ τὰς ἐξοχὰς τῶν κέντρων ἐπικρυψάμενος κατέλιπε διὰ τούτων δίοδον εἰς τὴν πόλιν καὶ κατὰ μέτωπον μὲν οὐδένα τῶν στρατιωτῶν ἔστησεν, ἐκ δὲ τῶν πλαγίων ἔταξε πλῆθος ἀκοντιστῶν καὶ τοξοτῶν καὶ τῶν καταπελτικῶν βελῶν.
すなわち、多くの大きな扉に鋭い釘をぎっしりと打ち込み、それらを浅い溝に敷き詰め、釘の突出部を覆い隠した上で、それらを通り抜けて都市へと入る通路を残しておいた。 そして正面には兵士を一人も配置せず、側面から多数の槍投げ兵、弓兵、およびカタパルトの飛び道具(を放つ者たち)を配置した。
§18.71.4τοῦ δὲ Πολυπέρχοντος ἀνακαθαίροντος πάντα τὸν τόπον τοῦ πτώματος καὶ τοῖς θηρίοις ἀθρόοις διὰ τούτου τὴν ἔφοδον ποιουμένου παράδοξος ἐγένετο πρᾶξις περὶ τοὺς ἐλέφαντας.
ポリュペルコンが崩落箇所の全域を片付け、獣たちを一斉にそこから突撃させたとき、象たちをめぐって思いがけない出来事が起きた。
οὐδενὸς γὰρ ἀπαντῶντος κατὰ στόμα τοῖς θηρίοις οἱ μὲν Ἰνδοὶ συνηνάγκαζον εἰσπίπτειν εἰς τὴν πόλιν, οἱ δʼ ἐλέφαντες τῇ ῥύμῃ προπίπτοντες ἐνέπιπτον εἰς τὰς κατακεκεντρωμένας θύρας.
正面で獣たちに立ち向かう者が誰もいなかったので、インド人たちは都市の中へと突入するよう駆り立て、象たちは勢いに任せて突進し、釘を打ち付けられた扉の上に踏み込んだのである。
§18.71.5τραυματιζόμενοι δὲ τοὺς πόδας ὑπὸ τῶν ἥλων καὶ διὰ τὸ βάρος περιπειρόμενοι τοῖς κέντροις οὔτε προϊέναι πορρώτερον οὔτε ἀναστρέφειν διὰ τὴν δυσκινησίαν ἠδύναντο.
釘によって足を負傷し、自らの重さのゆえに釘に深く刺し貫かれた象たちは、それ以上前に進むことも、身動きが取れないために引き返すこともできなかった。
ἅμα δὲ καὶ βελῶν παντοδαπῶν ἐκ πλαγίων φερομένων οἱ μὲν ἀπέθνησκον τῶν Ἰνδῶν, οἱ δὲ κατατραυματιζόμενοι τῆς ἐνδεχομένης χρείας ὑστεροῦντο.
同時に、あらゆる種類の飛び道具が側面から浴びせられ、インド人たちのうち、ある者は死に、ある者は深手を負って必要とされる役割を果たせなくなっていった。
§18.71.6τὰ δὲ θηρία διά τε τὸ πλῆθος τῶν βελῶν καὶ τὴν ἰδιότητα τῆς τῶν ἥλων πληγῆς περιώδυνα γινόμενα τὴν διὰ τῶν φίλων ἐπιστροφὴν ἐποιοῦντο καὶ πολλοὺς αὐτῶν κατεπάτουν.
一方、獣たちは、多数の飛び道具と釘による傷の特異な痛みから激痛に苦しみ、味方の列へと引き返して彼らの多くを踏み潰した。
τέλος δὲ τὸ μὲν ἀνδρειότατον αὐτῶν καὶ πλείστην ἔχον κατάπληξιν ἔπεσε, τῶν δὲ ἄλλων τὰ μὲν ἄχρηστα παντελῶς ἐγένετο, τὰ δὲ πολλοῖς τῶν ἰδίων θάνατον ἐπήνεγκεν.
そしてついには、彼らのうちで最も勇敢で最も恐れられていた象が倒れ、他のもののうち、あるものは完全に使い物にならなくなり、あるものは多くの味方に死をもたらした。