Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §18.72.1-18.72.9

克雷图斯的舰队初捷与安提柯的反击全歼

第 73 段,共 301 段 · 希腊语

内容简介

波利伯孔将围攻梅加洛波利斯的任务交予部分军队后转向他处,并派遣克雷图斯率领舰队。克雷图斯虽在赫勒斯蓬特初战告捷,但安提柯随即发动夜间奇袭,联合尼卡诺尔全歼其舰队,克雷图斯在逃亡中丧生。

§18.72.1μετὰ δὲ τὴν εὐημερίαν ταύτην οἱ μὲν Μεγαλοπολῖται ταῖς ψυχαῖς ἐθάρρησαν, ὁ δὲ Πολυπέρχων μετανοηθεὶς ἐπὶ τῇ πολιορκίᾳ καὶ πολὺν χρόνον ἐπιμένειν οὐ δυνάμενος ἐπὶ μὲν τῆς πολιορκίας ἀπέλιπε μέρος τῆς δυνάμεως, αὐτὸς δʼ ἐφʼ ἑτέρας ἀναγκαιοτέρας πράξεις ἐτρέπετο.
在这场胜利之后,梅加洛波利斯人在心灵上受到了鼓舞。 而波利伯孔改变了关于围城的主意,且因无法长期坚守,便在围城处留下了部分兵力,自己则转向其他更紧急的行动。
§18.72.2καὶ Κλεῖτον μὲν τὸν ναύαρχον μετὰ τοῦ στόλου παντὸς ἐξέπεμψε, προστάξας ἐφεδρεύειν τοῖς περὶ τὸν Ἑλλήσποντον τόποις καὶ κωλύειν τὰς ἐκ τῆς Ἀσίας διαβιβαζομένας δυνάμεις εἰς τὴν Εὐρώπην, προσλαβέσθαι δὲ καὶ Ἀρριδαῖον τὸν συμπεφευγότα μὲν μετὰ τῶν στρατιωτῶν εἰς τὴν τῶν Κιανῶν πόλιν, ἐχθρὸν δʼ ὄντα τοῖς περὶ Ἀντίγονον.
他派提督克雷图斯率领整支舰队出发,命令他在赫勒斯蓬特一带的区域警戒,阻止从亚洲运往欧洲的军队,并接纳同士兵一起逃往基乌斯人城市、且敌视安提柯一派的阿里代乌斯。
§18.72.3τούτου δὲ πλεύσαντος ἐπὶ τὸν Ἑλλήσποντον καὶ προσαγαγομένου τὰς ἐν τῇ Προποντίδι πόλεις, ἔτι δὲ προσδεξαμένου τὴν μετʼ Ἀρριδαίου δύναμιν κατέπλευσεν εἰς τοὺς τόπους ἐκείνους Νικάνωρ ὁ τῆς Μουνυχίας φρούραρχος, ἐξαπεσταλμένος ὑπὸ Κασάνδρου μετὰ παντὸς τοῦ στόλου· προσελάβετο δὲ καὶ τὰς παρʼ Ἀντιγόνου ναῦς, ὥστε τὰς πάσας ἔχειν πλείους τῶν ἑκατόν.
在克雷图斯航行至赫勒斯蓬特并争取了马尔马拉海沿岸的城市、且进一步接纳了阿里代乌斯的军队之后,慕尼基亚的守备队长尼卡诺尔率领全舰队抵达了那些地方,他是被卡山德派出的;尼卡诺尔还加入了他从安提柯那里获得的船只,使得总数达到了一百多艘。
§18.72.4γενομένης δὲ ναυμαχίας οὐ μακρὰν τῆς τῶν Βυζαντίων πόλεως ἐνίκα ὁ Κλεῖτος καὶ κατέδυσε μὲν τῶν ἐναντίων ναῦς ἑπτακαίδεκα, εἷλε δὲ σὺν αὐτοῖς τοῖς ἀνδράσιν οὐκ ἐλάττω τῶν τεσσαράκοντα· αἱ δὲ λοιπαὶ κατέφυγον εἰς τὸν τῶν Χαλκηδονίων λιμένα.
在距离拜占庭人城市不远的地方发生了一场海战,克雷图斯获得了胜利,击沉了敌方十七艘船只,并连同船员一起捕获了不下四十艘;其余的船只则逃往迦克墩人的港口避难。
§18.72.5τοιαύτης δʼ εὐημερίας γενομένης τοῖς περὶ τὸν Κλεῖτον οὗτος μὲν ὑπέλαβε μηκέτι τολμήσειν τοὺς πολεμίους ναυμαχήσειν διὰ τὸ μέγεθος τῆς ἥττης, ὁ δʼ Ἀντίγονος πυθόμενος τὰ περὶ τὸν στόλον ἐλαττώματα παραδόξως διὰ τῆς ἰδίας ἀγχινοίας καὶ στρατηγίας ἀνεμαχέσατο τὸ γεγονὸς ἐλάττωμα.
由于克雷图斯一派取得了如此的成功,他本人以为敌人因惨败而不敢再进行海战,但安提柯在得知关于舰队的失败后,出人意料地凭着自己的机敏和军事才能,挽回了已经发生的失败。
§18.72.6παρὰ γὰρ Βυζαντίων μεταπεμψάμενος νυκτὸς ναῦς ὑπηρετικὰς ταύταις μὲν διεβίβαζεν εἰς τὸ πέραν τοξότας τε καὶ σφενδονήτας καὶ τῶν ἄλλων τῶν ψιλικῶν ταγμάτων τοὺς ἱκανούς.
因为他在夜间从拜占庭人那里召集了辅助船只,用这些船只将弓箭手、投石兵以及其他轻装部队中能干的士兵渡到了对岸。
οὗτοι δὲ πρὸ ἡμέρας ἐπιθέμενοι τοῖς ἐκ τῶν πολεμίων νεῶν ἀποβεβῃκόσιν ἐπὶ τὴν γῆν καὶ πεζῇ κατεστρατοπεδευκόσι κατεπλήξαντο τοὺς περὶ τὸν Κλεῖτον.
这些人在黎明前袭击了那些从敌船登上陆地并在陆上宿营的人,使克雷图斯一派陷入了恐慌。
ταχὺ δὲ πάντων διὰ τὸν φόβον τεταραγμένων καὶ εἰς τὰς ναῦς ἐμπηδώντων πολὺς ἐγένετο θόρυβος διά τε τὰς ἀποσκευὰς καὶ τὸ πλῆθος τῶν αἰχμαλώτων.
由于恐惧,所有人很快乱成一团并纷纷跳上船只,由于行李和大量的俘虏,现场引起了极大的混乱。
§18.72.7ἐν τοσούτῳ δὲ Ἀντίγονος ἐξαρτύσας τὰς μακρὰς ναῦς καὶ τῶν ἀλκιμωτάτων πεζῶν πολλοὺς ἐπιβάτας ἐπιστήσας ἀπέστειλε, παρακαλέσας τεθαρρηκότως ἐπιθέσθαι τοῖς πολεμίοις, ὡς πάντως καθʼ ἑαυτοὺς ἐσομένου τοῦ νικήματος.
与此同时,安提柯装备了战船,并配置了许多最强壮的步兵作为海兵派了出去,鼓励他们勇敢地向敌人发起进攻,坚信胜利完全取决于他们自己。
§18.72.8τοῦ δὲ Νικάνορος νυκτὸς ἀναχθέντος καὶ διαφωσκούσης τῆς ἡμέρας οὗτοι μὲν ἐπιπεσόντες ἄφνω τοῖς πολεμίοις τεθορυβημένοις εὐθὺς κατὰ τὸν πρῶτον ἐπίπλουν ἐτρέψαντο καὶ τὰς μὲν τοῖς ἐμβόλοις τύπτοντες ἀνέρρηττον, ὧν δὲ τοὺς ταρσοὺς παρέσυρον, ὧν δὲ αὐτάνδρων παραδιδομένων ἀκινδύνως ἐκυρίευον· τέλος δὲ πλὴν μιᾶς τῆς ναυαρχίδος τῶν λοιπῶν πασῶν αὐτάνδρων ἐκυρίευσαν.
随着尼卡诺尔在夜间起航且天色破晓,这些人突然袭击了陷入混乱的敌人,并在第一波交锋中立即将他们击溃;他们有的用冲角撞击并撕裂敌船,有的扫断桨叶,有的则在敌船连同船员无危险地投降时将其占领;最后,除了一艘旗舰外,他们占领了其余所有连同船员的船只。
§18.72.9ὁ δὲ Κλεῖτος φυγὼν ἐπὶ τὴν γῆν καὶ καταλιπὼν τὴν ναῦν ἐπεβάλετο μὲν διὰ Μακεδονίας ἀνασώζεσθαι, περιπεσὼν δὲ στρατιώταις τισὶ τοῦ Λυσιμάχου διεφθάρη.
克雷图斯逃到陆地上并遗弃了他的船只,虽然企图通过马其顿逃往安全地带,但遭遇了利西马科斯的一些士兵而被杀。

词汇与语法注释

  1. 18.72.2προσλαβέσθαι — 这一不定式(不定过去时中间语态)作为前行分词 `προστάξας`(“命令……”)的宾语,通过 `δὲ` 与前面的不定式 `ἐφεδρεύειν` 及 `κωλύειν` 并列。其逻辑主语是主句中以宾格出现的克雷图斯(`Κλεῖτον`)。
  2. 18.72.7ὡς πάντως καθʼ ἑαυτοὺς ἐσομένου τοῦ νικήματος — 表示主观确信的助词 `ὡς` 引导了一个带有将来时分词 `ἐσομένου` 的属格绝对结构(`ἐσομένου τοῦ νικήματος`)。结合介词短语 `καθʼ ἑαυτοὺς`(“取决于他们自己”或“在他们掌握之中”),它传达了将领坚信胜利必将属于他们的主观预期。
  3. 18.72.8ὧν δὲ — 这是由句首 `τὰς μὲν`(“一些船只……”)引导的对比句式(`τὰς μὲν... ὧν δὲ... ὧν δὲ...`)的一部分。关系代名词属格 `ὧν` 在此充当部分属格(“其中一些船只的……”),用于列举不同的战况:“有些船被冲角撞沉,有些船被扫断桨叶,有些船则连同船员一同被占领”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §18.72.1-18.72.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.72.1-18.72.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。