§18.66.1οὗτοι μὲν οὖν ἐκβληθέντες ἐκ τῆς πόλεως κατέφυγον πρὸς Ἀλέξανδρον τὸν Πολυπέρχοντος καὶ διὰ τούτου τὴν σωτηρίαν ἑαυτοῖς πορίζειν ἐφιλοτιμοῦντο.
こうして、市から追放された者たちはポリュペルコンの息子アレクサンドロスのところへ逃れ、彼を通じて自らの安全を確保することに熱心であった。
προσδεχθέντες δὲ ὑπʼ αὐτοῦ φιλοφρόνως γράμματα ἔλαβον πρὸς τὸν πατέρα Πολυπέρχοντα, ὅπως μηδὲν πάθωσιν οἱ περὶ Φωκίωνα, τἀκείνου πεφρονηκότες καὶ νῦν ἐπαγγελλόμενοι πάντα συμπράξειν.
そして彼に親切に迎え入れられると、彼らの側を支持していたこと、また今や、すべてにおいて協力することを約束したことから、フォキオンとその一派が何の危害も受けないようにという、父ポリュペルコン宛ての書簡を受け取った。
§18.66.2ἀποστείλαντος δὲ καὶ τοῦ δήμου πρεσβείαν πρὸς τὸν Πολυπέρχοντα τὴν κατηγοροῦσαν μὲν τῶν περὶ Φωκίωνα, παρακαλοῦσαν δὲ τὴν Μουνυχίαν αὐτοῖς δοῦναι μετὰ τῆς αὐτονομίας ὁ Πολυπέρχων ἔσπευδε μὲν φρουρᾷ κατέχειν τὸν Πειραιᾶ διὰ τὸ πολλὰ δύνασθαι χρησιμεύειν τὸν λιμένα πρὸς τὰς ἐν τοῖς πολέμοις χρείας·
また民衆もポリュペルコンのもとへ使節を派遣し、フォキオンの一派を告発する一方で、彼らにムニキアを自律とともに与えるよう求めた。
αἰσχυνόμενος δʼ ἐναντία πράττειν τῷ ὑφʼ ἑαυτοῦ γεγραμμένῳ διαγράμματι καὶ νομίζων ἄπιστος κριθήσεσθαι παρὰ τοῖς Ἕλλησιν, ἐὰν εἰς τὴν ἐπιφανεστάτην παρανομήσῃ πόλιν, μετενόησε τῇ γνώμῃ.
ポリュペルコンは、一方では、その港が戦争における必要性のために大いに役立ち得るからという理由で、ペイライエウスを守備隊によって保持することを望んでいたが、自らが発した布告と反対のことを行うのを恥じ、また、もし最も名高い都市に対して不法を働くならばギリシア人の間で不信の烙印を押されると考えたため、考えを改めた。
§18.66.3διακούσας δὲ τῶν πρέσβεων τοῖς μὲν παρὰ τοῦ δήμου πρεσβεύουσι φιλανθρώπως κεχαρισμένας ἔδωκεν ἀποκρίσεις, τοὺς δὲ περὶ Φωκίωνα συλλαβὼν ἀπέστειλε δεσμίους εἰς τὰς Ἀθήνας, διδοὺς τὴν ἐξουσίαν τῷ δήμῳ εἴτε βούλεται θανατοῦν εἴτʼ ἀπολῦσαι τῶν ἐγκλημάτων.
使節たちの言い分を最後まで聞くと、民衆からの使節たちに対しては親切で好意的な回答を与え、フォキオンとその一派は逮捕して囚人としてアテナイへと送り返し、彼らを死刑に処するか、あるいは容疑から放免するか、その権限を民衆に委ねた。
§18.66.4συναχθείσης οὖν ἐκκλησίας ἐν ταῖς Ἀθήναις καὶ προτεθείσης κρίσεως τοῖς περὶ τὸν Φωκίωνα πολλοὶ τῶν τε φυγάδων γεγονότων ἐπʼ Ἀντιπάτρου καὶ τῶν ἀντιπολιτευομένων κατηγόρησαν αὐτῶν θανάτου.
こうしてアテナイにおいて民会が集められ、フォキオンとその一派に対する裁判が提起されると、アンティパトロスのもとで亡命者となった者たちの多くや、政敵たちの多くが、彼らを告発して死刑を求めた。
§18.66.5ἦν δʼ ὁ σύμπας τῆς κατηγορίας λόγος ὅτι οὗτοι παραίτιοι γεγένηνται μετὰ τὸν Λαμιακὸν πόλεμον τῆς τε δουλείας τῇ πατρίδι καὶ τῆς καταλύσεως τοῦ δήμου καὶ τῶν νόμων.
告発の論旨のすべては、彼らがラミア戦争の後に、祖国の隷属と民衆制および法律の廃止の一因となったということであった。
ὡς δὲ τοῖς ἀπολογουμένοις ὁ καιρὸς παρεδόθη τῆς ἀπολογίας, ὁ μὲν Φωκίων ἤρξατο ποιεῖσθαι τὸν ὑπὲρ ἑαυτοῦ λόγον, τὸ δὲ πλῆθος τοῖς θορύβοις ἐξέσεισε τὴν ἀπολογίαν, ὥστʼ εἰς πολλὴν ἀπορίαν παραγενέσθαι τοὺς ἀπολογουμένους.
被告たちに弁明の機会が与えられると、フォキオンは自身のための弁論を行い始めたが、群衆は騒ぎ立ててその弁明をかき消し、その結果、被告たちは大いなる窮地に陥った。
§18.66.6λήξαντος δὲ τοῦ θορύβου πάλιν ὁ μὲν Φωκίων ἀπελογεῖτο, ὁ δὲ ὄχλος κατεβόα καὶ τὴν φωνὴν τοῦ κινδυνεύοντος ἐκώλυεν ἐξακούεσθαι·
騒ぎが収まると、再びフォキオンは弁明しようとしたが、群衆は叫び声をあげて、裁判で命の危険に瀕している者の声が聞き取られるのを妨げた。
τὸ γὰρ πλῆθος τῶν δημοτικῶν, ἀπωσμένον τῆς πολιτείας καὶ παρʼ ἐλπίδας τετευχὸς τῆς καθόδου, πικρῶς διέκειτο πρὸς τοὺς ἀφῃρημένους τὴν αὐτονομίαν.
というのも、民衆派の群衆は、国政から排除され、かつ予期せずして帰国を果たしたばかりであったため、自律を奪った者たちに対して激しい敵意を抱いていたからである。