§18.63.1τρόπον·
[仕方で失敗に終わった。
τοῦ δὲ Φιλώτου τὴν κοινὴν ἐπιστολὴν ἀναδόντος τοῖς ἡγεμόσι συνήχθησαν οἵ τε ἀργυράσπιδες καὶ οἱ ἄλλοι Μακεδόνες κατʼ ἰδίαν ἄνευ τοῦ Εὐμενοῦς καὶ τὴν ἐπιστολὴν προσέταξαν ἀναγνωσθῆναι.
]しかし、フィロタスが共同の書簡を指揮官たちに手渡すと、銀楯隊と他のマケドニア人たちは、エウメネス抜きで私的に集まり、その書簡を朗読することを命じた。
§18.63.2ἦν δʼ ἐν αὐτῇ γεγραμμένη κατηγορία μὲν τοῦ Εὐμενοῦς, παράκλησις δὲ τῶν Μακεδόνων συλλαβεῖν τὸν Εὐμενῆ ταχέως καὶ ἀποκτεῖναι·
その中には、エウメネスに対する非難と、マケドニア人たちに対しエウメネスを速やかに捕らえて殺害するよう求める懇願が書かれていた。
ἐὰν δὲ ταῦτα μὴ πράξωσιν, ὅτι μετὰ πάσης τῆς δυνάμεως ἥξει πολεμήσων αὐτοῖς καὶ τοῖς μὴ πειθαρχοῦσι τὴν προσήκουσαν ἐπιθήσει τιμωρίαν.
そして、もし彼らがこれを行わないならば、[アンティゴノスが]全軍を率いて彼らと戦うためにやって来て、従わない者たちにふさわしい罰を与えるであろう、ということであった。
§18.63.3ἀναγνωσθείσης δὲ τῆς ἐπιστολῆς εἰς πολλὴν ἀπορίαν ἐνέπεσον οἵ τε ἡγεμόνες καὶ οἱ Μακεδόνες πάντες·
書簡が朗読されると、指揮官たちも、マケドニア人たち全員も、多大なる窮地に陥った。
ἀναγκαῖον γὰρ ἦν αὐτοῖς ἢ πρὸς τοὺς βασιλεῖς ἀποκλίναντας ὑπʼ Ἀντιγόνου τιμωρίας τυχεῖν ἢ πειθαρχήσαντας Ἀντιγόνῳ ὑπὸ Πολυπέρχοντος καὶ τῶν βασιλέων κολασθῆναι.
というのも、彼らにとっては、王たちの側に傾いてアンティゴノスから処罰を受けるか、あるいはアンティゴノスに従ってポリュペルコンと王たちから処罰されるかの、いずれかが不可避であったからである。
§18.63.4τοιαύτης δὲ συγχύσεως ἐπεχούσης τὰ πλήθη ἧκεν ὁ Εὐμενὴς καὶ τὴν ἐπιστολὴν ἀναγνοὺς παρεκάλεσε τοὺς Μακεδόνας πράττειν τὰ τοῖς βασιλεῦσι δεδογμένα, τῷ δὲ ἀποστάτῃ γεγονότι μὴ προσέχειν.
このような混乱が群衆を支配している時に、エウメネスがやって来て、書簡を読んだ後、マケドニア人たちに対して、王たちの決定したことを実行し、反逆者となった者には心を向けないよう勧告した。
§18.63.5πολλὰ δὲ διαλεχθεὶς οἰκεῖα τῆς ὑποθέσεως οὐ μόνον αὐτὸς ἀπελύθη τῶν ἐνεστώτων κινδύνων, ἀλλὰ καὶ τὸ πλῆθος εἰς εὔνοιαν μείζονα τῆς προϋπαρχούσης παρεστήσατο.
彼はその状況に適した多くのことを語り、彼自身が目の前の危機から免れただけでなく、群衆を以前に存在していたものよりも大きな好意へと導いた。
§18.63.6οὗτος μὲν οὖν πάλιν εἰς ἀνελπίστους κινδύνους ἐμπεσὼν παραδόξως ἰσχυροτέραν κατεσκεύασε τὴν περὶ αὑτὸν δύναμιν.
このようにして彼は、再び予期せぬ危機に陥ったものの、驚くべきことに、自分を取り巻く力をより強固なものにした。
διὸ καὶ τοῖς στρατιώταις παραγγείλας ἀναζευγνύειν προῆγεν ἐπὶ Φοινίκης, σπεύδων τὰς ναῦς ἐξ ἁπασῶν τῶν πόλεων ἀθροῖσαι καὶ στόλον ἀξιόλογον κατασκευάσαι, ὅπως Πολυπέρχων μὲν προσλαβόμενος τὰς ἐκ τῆς Φοινίκης ναῦς θαλαττοκρατῇ καὶ δύνηται διαβιβάζειν ἀσφαλῶς, ὅταν βούληται, τὰς ἐκ τῆς Μακεδονίας δυνάμεις εἰς τὴν Ἀσίαν ἐπʼ Ἀντίγονον.
それゆえ彼は兵士たちに出発を命じてフェニキアへと進軍し、すべての都市から船を集めて注目すべき艦隊を編成しようと急いだ。 それは、ポリュペルコンがフェニキアからの船を合流させて制海権を握り、望む時にいつでも、マケドニアからの軍勢をアジアへとアンティゴノスに対して安全に渡らせることができるようにするためであった。
οὗτος μὲν οὖν ἐν Φοινίκῃ διέτριβε κατασκευαζόμενος τὴν ναυτικὴν δύναμιν.
こうして彼はフェニキアに滞在し、海軍力を整備していた。