§18.63.1τρόπον·
manner.
τοῦ δὲ Φιλώτου τὴν κοινὴν ἐπιστολὴν ἀναδόντος τοῖς ἡγεμόσι συνήχθησαν οἵ τε ἀργυράσπιδες καὶ οἱ ἄλλοι Μακεδόνες κατʼ ἰδίαν ἄνευ τοῦ Εὐμενοῦς καὶ τὴν ἐπιστολὴν προσέταξαν ἀναγνωσθῆναι.
But when Philotas delivered the common letter to the commanders, the Silver Shields and the other Macedonians gathered privately without Eumenes and ordered the letter to be read.
§18.63.2ἦν δʼ ἐν αὐτῇ γεγραμμένη κατηγορία μὲν τοῦ Εὐμενοῦς, παράκλησις δὲ τῶν Μακεδόνων συλλαβεῖν τὸν Εὐμενῆ ταχέως καὶ ἀποκτεῖναι· ἐὰν δὲ ταῦτα μὴ πράξωσιν, ὅτι μετὰ πάσης τῆς δυνάμεως ἥξει πολεμήσων αὐτοῖς καὶ τοῖς μὴ πειθαρχοῦσι τὴν προσήκουσαν ἐπιθήσει τιμωρίαν.
Now in it was written an accusation against Eumenes, and an entreaty to the Macedonians to seize Eumenes quickly and kill him; and if they did not do this, that he would come with all his force to make war upon them and would inflict the appropriate punishment on those who disobeyed.
§18.63.3ἀναγνωσθείσης δὲ τῆς ἐπιστολῆς εἰς πολλὴν ἀπορίαν ἐνέπεσον οἵ τε ἡγεμόνες καὶ οἱ Μακεδόνες πάντες· ἀναγκαῖον γὰρ ἦν αὐτοῖς ἢ πρὸς τοὺς βασιλεῖς ἀποκλίναντας ὑπʼ Ἀντιγόνου τιμωρίας τυχεῖν ἢ πειθαρχήσαντας Ἀντιγόνῳ ὑπὸ Πολυπέρχοντος καὶ τῶν βασιλέων κολασθῆναι.
When the letter was read, the commanders and all the Macedonians fell into great perplexity; for it was necessary for them either, by leaning toward the kings, to receive punishment from Antigonus, or, by obeying Antigonus, to be punished by Polyperchon and the kings.
§18.63.4τοιαύτης δὲ συγχύσεως ἐπεχούσης τὰ πλήθη ἧκεν ὁ Εὐμενὴς καὶ τὴν ἐπιστολὴν ἀναγνοὺς παρεκάλεσε τοὺς Μακεδόνας πράττειν τὰ τοῖς βασιλεῦσι δεδογμένα, τῷ δὲ ἀποστάτῃ γεγονότι μὴ προσέχειν.
While such confusion possessed the multitudes, Eumenes arrived, and having read the letter, urged the Macedonians to do what had been decided by the kings, and not to pay attention to the one who had become a rebel.
§18.63.5πολλὰ δὲ διαλεχθεὶς οἰκεῖα τῆς ὑποθέσεως οὐ μόνον αὐτὸς ἀπελύθη τῶν ἐνεστώτων κινδύνων, ἀλλὰ καὶ τὸ πλῆθος εἰς εὔνοιαν μείζονα τῆς προϋπαρχούσης παρεστήσατο.
By speaking many things appropriate to the situation, he not only freed himself from the present dangers, but also brought the multitude to a greater goodwill than what had previously existed.
§18.63.6οὗτος μὲν οὖν πάλιν εἰς ἀνελπίστους κινδύνους ἐμπεσὼν παραδόξως ἰσχυροτέραν κατεσκεύασε τὴν περὶ αὑτὸν δύναμιν.
Thus he, having fallen again into unexpected dangers, unexpectedly made the power around him stronger.
διὸ καὶ τοῖς στρατιώταις παραγγείλας ἀναζευγνύειν προῆγεν ἐπὶ Φοινίκης, σπεύδων τὰς ναῦς ἐξ ἁπασῶν τῶν πόλεων ἀθροῖσαι καὶ στόλον ἀξιόλογον κατασκευάσαι, ὅπως Πολυπέρχων μὲν προσλαβόμενος τὰς ἐκ τῆς Φοινίκης ναῦς θαλαττοκρατῇ καὶ δύνηται διαβιβάζειν ἀσφαλῶς, ὅταν βούληται, τὰς ἐκ τῆς Μακεδονίας δυνάμεις εἰς τὴν Ἀσίαν ἐπʼ Ἀντίγονον.
Therefore, having ordered the soldiers to strike camp, he advanced toward Phoenicia, hastening to collect the ships from all the cities and to construct a remarkable fleet, so that Polyperchon, having joined the ships from Phoenicia, might rule the sea and be able to transport the forces from Macedonia safely to Asia against Antigonus whenever he wished.
οὗτος μὲν οὖν ἐν Φοινίκῃ διέτριβε κατασκευαζόμενος τὴν ναυτικὴν δύναμιν.
Thus he remained in Phoenicia, preparing his naval force.