§18.6.1τῶν δὲ πρὸς μεσημβρίαν ἐστραμμένων πρώτη μὲν παρὰ τὸν Καύκασόν ἐστιν Ἰνδική, βασιλεία μεγάλη καὶ πολυάνθρωπος, οἰκουμένη δʼ ὑπὸ πλειόνων Ἰνδικῶν ἐθνῶν, ὧν ἐστι μέγιστον τὸ τῶν Γανδαριδῶν ἔθνος, ἐφʼ οὓς διὰ τὸ πλῆθος τῶν παρʼ αὐτοῖς ἐλεφάντων οὐκ ἐπεστράτευσεν ὁ Ἀλέξανδρος.
他方、南を向いているもののうち、最初のものはカウカソス山脈の傍らにあるインドであり、ここは巨大で人口の多い王国であって、多くのインド人の部族によって居住されている。 そのうちで最大のものはガンダリダイ人の部族であり、彼らのもとには象が数多くいるため、アレクサンドロスは彼らに対して遠征を行わなかった。
§18.6.2ὁρίζει δὲ τὴν χώραν ταύτην καὶ τὴν ἑξῆς Ἰνδικὴν ποταμὸς ὁ ὀνομαζόμενος Γάγγης, μέγιστος ὢν τῶν περὶ τοὺς τόπους καὶ τὸ πλάτος ἔχων σταδίων τριάκοντα.
この地とそれに隣接するインドを区切っているのは、ガンゲスと呼ばれる川であり、この地域にある川の中で最大であって、その幅は三十スタディオンある。
ἐχομένη δὲ ταύτης ἡ λοιπὴ τῆς Ἰνδικῆς, ἣν κατεπολέμησεν ὁ Ἀλέξανδρος, ποταμίοις ὕδασι κατάρρυτος καὶ κατὰ τὴν εὐδαιμονίαν ἐπιφανεστάτη, καθʼ ἣν ὑπῆρχε σὺν ἄλλαις πλείοσι βασιλείαις ἥ τε τοῦ Πώρου καὶ Ταξίλου δυναστεία, διʼ ἧς συμβαίνει ῥεῖν τὸν Ἰνδὸν ποταμόν, ἀφʼ οὗ τὴν προσηγορίαν ἔσχεν ἡ χώρα.
この地に隣接して、インドの残りの部分があり、それをアレクサンドロスは征服したのであるが、そこは川の水で潤されており、その豊かさにおいて最も優れている。 そこには、他の多くの王国とともに、ポロスとタクシレスの支配地が存在し、その支配地を通ってインドス川が流れており、この川からその地方は名称を得た。
§18.6.3ἐχομένη δὲ τῆς Ἰνδικῆς ἀφώριστο σατραπείας Ἀραχωσία καὶ Κεδρωσία καὶ Καρμανία, πρὸς δὲ ταύταις Περσίς, ἐν ᾗ τὴν Σουσιανὴν καὶ Σιττακινὴν κεῖσθαι συμβέβηκεν·
そして、インドに隣接して、アラコシア、ケドロシア、カルマニアがサトラペイアとして区分されており、これらに加えてペルシスがあり、その中にスシアネとシッタキネが位置している。
ἑξῆς δὲ Βαβυλωνία μέχρι τῆς κατὰ τὴν Ἀραβίαν ἀοικήτου·
その次にはバビロニアがあり、アラビアに隣接する不毛の地に至る。
ἐκ δὲ θατέρου μέρους, ἀφʼ οὗ ποιούμεθα τὴν ἀνάβασιν, Μεσοποταμία περιειλημμένη δυσὶ ποταμοῖς, τῷ τε Εὐφράτῃ καὶ Τίγριδι, διʼ οὓς τέτευχε ταύτης τῆς προσηγορίας·
他方、そこから私たちが上りの旅を行うのであるが、二つの川、すなわちユーフラテスとティグリスによって囲まれたメソポタミアがあり、これらの川のおかげでこの名称を得ている。
ἐχομένη δὲ τῆς Βαβυλωνίας Συρία ἡ ἄνω καλουμένη καὶ αἱ συνεχεῖς ταύτῃ παραθαλάττιοι Κιλικία καὶ Παμφυλία καὶ ἡ Κοίλη Συρία, καθʼ ἣν ἡ Φοινίκη περιείληπται.
バビロニアに隣接して、いわゆる上シリアがあり、これに連続する沿岸地方のキリキア、パンフリア、およびコイレ・シリアがあり、その中にフォιニケが含まれている。
παρὰ δὲ τὰ πέρατα τῆς Κοίλης Συρίας καὶ τὴν συνεχῶς κειμένην ἔρημον, καθʼ ἣν ὁ Νεῖλος φερόμενος ὁρίζει Συρίαν τε καὶ τὴν Αἴγυπτον, ἀπεδέδεικτο σατραπεία πασῶν ἀρίστη καὶ προσόδους ἔχουσα μεγάλας
コイレ・シリアの境界と、それに連続して横たわる砂漠(その砂漠を通ってナイル川が流れ、シリアとエジプトを区切っている)の傍らには、すべてのサトラペイアの中で最も優れ、莫大な収入を有するサトラペイアとして、次の地が定められていた。
§18.6.4Αἴγυπτος.
エジプトである。
πᾶσαι δʼ αὗται καυματώδεις εἰσίν, ὡς ἀντιπνέοντος τοῦ κατὰ μεσημβρίαν ἀέρος τῷ πρὸς ἄρκτους καθήκοντι.
これらはすべて、南の空気が北に向かって広がる空気に対向して吹くため、極めて暑い地域である。
αἱ μὲν οὖν ὑπʼ Ἀλεξάνδρου καταπολεμηθεῖσαι σατραπεῖαι τὸν εἰρημένον τρόπον κείμεναι διεμερίσθησαν τοῖς ἀξιολογωτάτοις τῶν ἀνδρῶν.
さて、アレクサンドロスによって征服されたサトラペイアは、上述のように位置しており、最も有力な男たちの間で分割された。