Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §18.51.1-18.51.7

アリダイオスのキジコス包囲とその撃退

52 / 301 箇所 · ギリシア語

要旨

フリュギア総督アリダイオスはキジコスを奇襲して包囲するが、キジコス側は交渉で時間を稼ぎつつ秘密裏に防備を固め、さらにビュザンティオンの支援も得てアリダイオスの軍勢を退けた。

§18.51.1τούτου δὲ περὶ ταῦτʼ ὄντος Ἀρριδαῖος ὁ τῆς ἐφʼ Ἑλλησπόντῳ Φρυγίας σατράπης, γνοὺς αὐτοῦ τὴν ἐπιβολήν, ἔκρινεν ἀσφαλισάμενος τὰ κατὰ τὴν ἰδίαν σατραπείαν καὶ τὰς ἀξιολογωτάτας πόλεις φρουραῖς περιλαμβάνειν.
これ(アンティゴノス)がこれらのことに従事している間に、ヘレスポントス・フリュギアの総督であるアリダイオスは、彼の企てを察知し、自身の総督領の諸事を安全にし、最も重要な都市を守備隊で囲い込むことを決意した。
οὔσης δὲ τῆς τῶν Κυζικηνῶν πόλεως ἐπικαιροτάτης καὶ μεγίστης ἀνέζευξεν ἐπʼ αὐτὴν ἔχων πεζοὺς μὲν μισθοφόρους πλείους τῶν μυρίων, Μακεδόνας δὲ χιλίους, Πέρσας δὲ τοξότας καὶ σφενδονήτας πεντακοσίους, ἱππεῖς δὲ ὀκτακοσίους, βέλη δὲ παντοδαπὰ καὶ καταπέλτας ὀξυβελεῖς τε καὶ πετροβόλους καὶ τὴν ἄλλην χορηγίαν πᾶσαν τὴν ἀνήκουσαν πρὸς πολιορκίαν.
キジコス人の都市が最も好都合な位置にあり、かつ最大であったので、彼は一万を超える歩兵の傭兵、一千のマケドニア兵、五百のペルシアの弓兵と投石兵、八百の騎兵、あらゆる種類の矢弾、そして鋭い矢を放つカタパルトや石を放つカタパルト、さらに攻城戦に必要な他のすべての備えを擁して、その都市へと進軍した。
§18.51.2ἄφνω δὲ προσπεσὼν τῇ πόλει καὶ τὸν πολὺν ὄχλον ἀπολαβὼν ἐπὶ τῆς χώρας εἴχετο τῆς πολιορκίας καὶ τοὺς ἐν τῇ πόλει καταπληξάμενος ἠνάγκαζε δέχεσθαι φρουράν.
彼は突然に都市を襲い、郊外にいた多くの群衆を遮断して、包囲戦に専念し、都市の中にいる人々を恐怖させて守備隊を受け入れるように強要した。
οἱ δὲ Κυζικηνοὶ παραδόξου τῆς ἐπιθέσεως γενομένης καὶ τῶν μὲν πλείστων ἐπὶ τῆς χώρας ἀπειλημμένων, ὀλίγων δʼ ὄντων τῶν ὑπολελειμμένων ἀπαράσκευοι παντελῶς ὑπῆρχον πρὸς τὴν πολιορκίαν.
しかし、キジコス人たちは、予期せぬ攻撃が行われ、大部分の者が郊外に取り残され、残された者がわずかであったため、包囲戦に対する準備がまったくできていなかった。
§18.51.3ὅμως δὲ κρίναντες ἀντέχεσθαι τῆς ἐλευθερίας φανερῶς μὲν πρέσβεις ἐξέπεμψαν τοὺς διαλεξομένους τῷ Ἀρριδαίῳ λῦσαι τὴν πολιορκίαν·
それにもかかわらず、彼らは自由を断固として守ることを決意し、表向きは、アリダイオスに対して包囲を解くよう交渉するための使節を派遣した。
ποιήσειν γὰρ πάντα τὴν πόλιν Ἀρριδαίῳ πλὴν τοῦ δέξασθαι φρουράν·
なぜなら、守備隊を受け入れること以外であれば、都市はアリダイオスのために何でもするつもりであったからである。
λάθρᾳ δὲ τοὺς νέους ἀθροίζοντες καὶ τῶν οἰκετῶν τοὺς εὐθέτους ἐπιλεγόμενοι καθώπλιζον καὶ τὸ τεῖχος ἀνεπλήρουν τῶν ἀμυνομένων.
しかし秘密裏には、若者たちを集め、奴隷のうち適任者を選び出して武装させ、防衛する者たちで城壁を満たした。
§18.51.4τοῦ δὲ Ἀρριδαίου βιαζομένου δέχεσθαι φρουρὰν ἔφησαν βούλεσθαι τῷ δήμῳ προσανενεγκεῖν περὶ τούτου.
アリダイオスが守備隊を受け入れるよう強要すると、彼らはこのことについて民衆に諮りたいと述べた。
συγχωρήσαντος δὲ τοῦ σατράπου λαβόντες ἀνοχὴν ταύτην τε τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα βέλτιον παρεσκευάσαντο τὰ πρὸς τὴν πολιορκίαν.
総督がこれを認めると、彼らはこの休戦を得て、その日と翌夜に、包囲戦への備えをより万全に整えた。
§18.51.5ὁ δʼ Ἀρριδαῖος καταστρατηγηθεὶς καὶ τὸν οἰκεῖον ἑαυτῷ προέμενος καιρὸν διεσφάλη τῆς ἐλπίδος·
アリダイオスは知略で出し抜かれ、自身にとって有利な機会を逃したため、希望を挫かれた。
οἱ γὰρ Κυζικηνοὶ πόλιν ἔχοντες ὀχυρὰν καὶ παντελῶς εὐφύλακτον ἀπὸ τῆς γῆς διὰ τὸ χερρόνησον αὐτὴν εἶναι καὶ θαλαττοκρατοῦντες ῥᾳδίως ἠμύνοντο τοὺς πολεμίους.
というのも、キジコス人たちは、自分たちの都市が半島であるため陸路からの守りが極めて容易であり、かつ制海権を握っていたため、容易に敵を防いだ。
§18.51.6μετεπέμποντο δὲ καὶ παρὰ Βυζαντίων στρατιώτας καὶ βέλη καὶ τἄλλα τὰ χρήσιμα πρὸς τὴν πολιορκίαν·
彼らはまた、ビュザンティオンの人々からも兵士や矢弾、その他包囲戦に役立つものを要請した。
ὧν ἅπαντα συντόμως καὶ προθύμως χορηγησάντων ἀνέλαβον ἑαυτοὺς ταῖς ἐλπίσι καὶ πρὸς τοὺς κινδύνους εὐθαρσεῖς κατέστησαν.
彼らがそれらすべてを迅速かつ快く提供してくれたので、キジコス人たちは希望を取り戻し、危機に対しても勇気を持つようになった。
§18.51.7εὐθὺ δὲ καὶ μακρὰς ναῦς καθελκύσαντες παρέπλεον τὴν παραθαλάττιον καὶ τοὺς ἀπὸ τῆς χώρας ἀναλαμβάνοντες ἀπεκόμιζον εἰς τὴν πόλιν.
そして、すぐに軍艦を進水させて沿岸を航行し、郊外から人々を収容して都市へと送り届けた。
ταχὺ δὲ στρατιωτῶν εὐπορήσαντες καὶ πολλοὺς τῶν πολιορκούντων ἀποκτείναντες ἀπετρίψαντο τὴν πολιορκίαν.
こうして速やかに兵力を十分に確保し、包囲軍の多くを殺害して、包囲を退けた。
Ἀρριδαῖος μὲν οὖν καταστρατηγηθεὶς ὑπὸ τῶν Κυζικηνῶν ἄπρακτος ἐπανῆλθεν εἰς τὴν ἰδίαν σατραπείαν.
それゆえ、アリダイオスはキジコス人たちに知略で敗れ、目的を達することなく自身の総督領へと退却した。

語釈・文法注

  1. §18.51.1τούτου — 絶対属格(τούτου δὲ περὶ ταῦτʼ ὄντος)の主語である指示代名詞 `τούτου` は、文脈上、直前の章(18.50)でアジア全域の支配を目論んで動いていたアンティゴノスを指す。
  2. §18.51.1ἔκρινεν — アリダイオスを主語とする動詞で、不定詞 `περιλαμβάνειν`(〜を囲い込むこと、確保すること)を目的語にとる。分詞 `ἀσφαλισάμενος`(安全を確保した上で)は主節の動詞に先立つ行為を表す。
  3. §18.51.3ποιήσειν γὰρ πάντα τὴν πόλιν — 間接話法の対格不定詞構文。使節たちが伝えるメッセージ(主文は `ποιήσειν`)であり、対格 `τὴν πόλιν` が意味上の主語、与格 `Ἀρριδαίῳ` が利害の与格(アリダイオスのために)となる。
  4. §18.51.5καταστρατηγηθεὶς — 受動態分詞で「計略に嵌められた」「知略で出し抜かれた」の意。キジコス人たちが表向きは従順な態度を見せながら裏で防備を固めて猶予を得た策略(51.3-4)にアリダイオスが引っかかったことを指す。
  5. §18.51.6ὧν — 関係代名詞の連結用法(relative connection)であり、前文の `Βυζαντίων` を先行詞とする。絶対属格 `ὧν ... χορηγησάντων` の論理的主語として機能している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §18.51.1-18.51.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.51.1-18.51.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。