Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §18.50.1-18.50.5

アンティゴノスの覇権企図とエウメネスへの同盟提案

51 / 301 箇所 · ギリシア語

要旨

アンティパトロスの死がアジアに伝わると、大軍を擁するアンティゴノスは天下の覇権を狙って独自の行動を起こし、ノラに立てこもるエウメネスに同盟を提案して、アジア全域の支配を計画する。

§18.50.1κατὰ δὲ τὴν Ἀσίαν διαβοηθείσης τῆς Ἀντιπάτρου τελευτῆς ἀρχὴ πραγμάτων καινῶν ἐγίνετο καὶ κίνησις, τῶν ἐν ἐξουσίαις ὄντων ἰδιοπραγεῖν ἐπιβαλομένων.
アジアにおいては、アンティパトロスの死が広く知れ渡ると、権力のある者たちがそれぞれ私利を図る動きを企て始めたため、新たな情勢の始まりと動揺が生じた。
τούτων δὲ πρῶτος μὲν Ἀντίγονος προνενικηκὼς Εὐμενῆ περὶ Καππαδοκίαν καὶ τὰς μετʼ αὐτοῦ δυνάμεις παρειληφώς, καταπεπολεμηκὼς δʼ Ἀλκέταν καὶ Ἄτταλον περὶ τὴν Πισιδικὴν καὶ τὰς δυνάμεις τὰς μετʼ αὐτῶν ἀνειληφώς, πρὸς δὲ τούτοις ὑπʼ Ἀντιπάτρου τῆς Ἀσίας στρατηγὸς αὐτοκράτωρ ᾑρημένος, ἅμα δὲ καὶ μεγάλης δυνάμεως ἡγεμὼν ἀποδεδειγμένος πλήρης ἦν ὄγκου καὶ φρονήματος.
これらの者たちのうち第一の者として、アンティゴノスは、すでにカッパドキア近郊でエウメネスを撃破して彼の率いていた軍勢を接収し、またピシディア近郊でアルケタスとアッタロスを打ち破って彼らの軍勢を取り込んでおり、さらにこれらに加えてアンティパトロスによってアジアの最高司令官に選出され、同時に大軍の指揮官にも任命されていたため、傲慢と野心に満ちていた。
§18.50.2περιβαλλόμενος δὲ ταῖς ἐλπίσι τὴν τῶν ὅλων ἡγεμονίαν ἔγνω μὴ προσέχειν μήτε τοῖς βασιλεῦσι μήτε τοῖς ἐπιμεληταῖς αὐτῶν·
彼は全体の支配権を手に入れようという野心を抱き、王たちにもその後見人たちにも従わないことに決めた。
ὑπελάμβανε γὰρ αὑτὸν κρείττω δύναμιν ἔχοντα τῶν κατὰ τὴν Ἀσίαν θησαυρῶν κύριον ἔσεσθαι, μηδενὸς ὄντος τοῦ δυναμένου πρὸς αὐτὸν ἀντιτάξασθαι.
なぜなら、自分はより強力な軍勢を有しているため、アジアにある財宝を支配下に置くことになるだろうし、自分に対抗できる者は誰もいないと考えていたからである。
§18.50.3εἶχε γὰρ κατʼ ἐκεῖνον τὸν χρόνον στρατιώτας πεζοὺς μὲν ἑξακισμυρίους, ἱππεῖς δὲ μυρίους, ἐλέφαντας δὲ τριάκοντα·
実際、彼は当時、歩兵六万、騎兵一万、象三十頭を擁していた。
χωρὶς δὲ τούτων ἑτοίμας ποιήσασθαι καὶ ἄλλας δυνάμεις ἤλπιζεν, ἂν ᾖ χρεία, δυναμένης τῆς Ἀσίας χορηγεῖν ἀνεκλείπτως τοῖς στρατολογουμένοις ξένοις τὰς μισθοφορίας.
これらとは別に、必要があれば、アジアが募兵された外国人傭兵たちに対して給与を絶え間なく支給する能力を有していたため、彼は他の軍勢をも容易に準備できると期待していた。
§18.50.4ταῦτα δὲ διανοηθεὶς Ἱερώνυμον μὲν τὸν τὰς ἱστορίας γράψαντα μετεπέμψατο, φίλον ὄντα καὶ πολίτην Εὐμενοῦς τοῦ Καρδιανοῦ τοῦ συμπεφευγότος εἰς τὸ χωρίον τὸ καλούμενον Νῶρα.
このように考えた彼は、歴史を著したヒエロニュモスを召喚した。 彼は、ノラと呼ばれる場所に逃げ込んでいたカルディアのエウメネスの友人であり同郷人であった。
τοῦτον δὲ μεγάλαις δωρεαῖς προκαλεσάμενος ἐξαπέστειλε πρεσβευτὴν πρὸς τὸν Εὐμενῆ, παρακαλῶν τῆς μὲν περὶ Καππαδοκίαν μάχης γενομένης πρὸς αὐτὸν ἐπιλαθέσθαι, γενέσθαι δὲ φίλον καὶ σύμμαχον αὐτῷ καὶ λαβεῖν δωρεὰς πολλαπλασίους ὧν πρότερον ἦν ἐσχηκὼς καὶ σατραπείαν μείζονα καὶ καθόλου πρωτεύοντα τῶν παρʼ ἑαυτοῦ φίλων κοινωνὸν ἔσεσθαι τῆς ὅλης ἐπιβολῆς.
彼に大いなる贈り物を提示して味方に引き入れ、エウメネスのもとへ使節として派遣し、カッパドキアで行われた自らとの戦闘のことは忘れて、自らの友かつ同盟者となり、以前に得ていたものよりも何倍もの贈り物とより大きな総督領を受け取り、全体として彼の友人たちの筆頭として全計画の共同者となるよう求めた。
§18.50.5εὐθὺς δὲ καὶ τῶν φίλων συναγαγὼν συνέδριον καὶ περὶ τῆς τῶν ὅλων ἐπιβολῆς κοινωσάμενος διέγραψε τῶν ἀξιολόγων φίλων οἷς μὲν σατραπείας, οἷς δὲ στρατηγίας·
そして直ちに友人たちの会議を召集し、全体の計画について相談し、主だった友人たちのうち、ある者たちには総督領を、別の者たちには軍司令官の地位を割り当てた。
πᾶσι δὲ μεγάλας ἐλπίδας ὑποθεὶς προθύμους κατεσκεύασε πρὸς τὰς ἰδίας ἐπιβολάς.
すべての人に大きな希望を抱かせることで、彼らを自らの計画に対して熱心にさせた。
διενοεῖτο γὰρ ἐπελθεῖν τὴν Ἀσίαν καὶ τοὺς μὲν προϋπάρχοντας σατράπας ἐκβαλεῖν, πρὸς δὲ τῶν ἑαυτοῦ φίλων καθιστάναι τὰς ἡγεμονίας.
というのも、彼はアジアに進撃し、既存の総督たちを追放し、自らの友人たちによってその支配権を確立することを意図していたからである。

語釈・文法注

  1. 18.50.1τῶν ἐν ἐξουσίαις ὄντων ἰδιοπραγεῖν ἐπιβαλομένων — 原因を表す属格独立(絶対属格)構文。現在分詞 ἐπιβαλομένων の意味上の主語は τῶν ἐν ἐξουσίαις ὄντων(「権力を持っている者たち」)であり、彼らが各々私利私欲を図り始めたために事態が動き出したことを説明している。
  2. 18.50.2περιβαλλόμενος δὲ ταῖς ἐλπίσι τὴν τῶν ὅλων ἡγεμονίαν — 動詞 περιβάλλω の中動態分詞は「(希望や計画において)〜を心に抱く、手に入れようと目論む」という意味になり、与格 ταῖς ἐλπίσι(「希望によって」すなわち「野心において」)を伴い、対格 τὴν τῶν ὅλων ἡγεμονίαν(「全体の支配権」)を目的語に取っている。
  3. 18.50.2αὑτὸν κρείττω δύναμιν ἔχοντα τῶν κατὰ τὴν Ἀσίαν θησαυρῶν κύριον ἔσεσθαι — 主節の動詞 ὑπελάμβανε(「〜と考えた」)に導かれる対格不定詞構文。不定詞句の対格主語は αὑτὸν(「自分自身が」)であり、分詞句 κρείττω δύναμιν ἔχοντα(「より強力な軍勢を擁している」)がそれに一致して修飾している。不定詞は κύριον ἔσεσθαι(「主となるであろう」)で、その支配対象が属格 τῶν... θησαυρῶν である。
  4. 18.50.3δυναμένης τῆς Ἀσίας χορηγεῖν ἀνεκλείπτως τοῖς στρατολογουμένοις ξένοις τὰς μισθοφορίας — 理由を表す属格独立(絶対属格)構文。δυναμένης τῆς Ἀσίας が「アジア(の財力)が可能であったので」という意味の主部・述部を形成し、さらに不定詞 χορηγεῖν(「支給すること」)を伴っている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §18.50.1-18.50.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.50.1-18.50.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。