§18.51.1τούτου δὲ περὶ ταῦτʼ ὄντος Ἀρριδαῖος ὁ τῆς ἐφʼ Ἑλλησπόντῳ Φρυγίας σατράπης, γνοὺς αὐτοῦ τὴν ἐπιβολήν, ἔκρινεν ἀσφαλισάμενος τὰ κατὰ τὴν ἰδίαν σατραπείαν καὶ τὰς ἀξιολογωτάτας πόλεις φρουραῖς περιλαμβάνειν.
正当安提柯忙于这些事务时,赫勒斯滂弗里吉亚的行省总督阿里戴乌斯得知了他的企图,决定确保自己辖区内的安全,并用守军占领那些最显赫的城市。
οὔσης δὲ τῆς τῶν Κυζικηνῶν πόλεως ἐπικαιροτάτης καὶ μεγίστης ἀνέζευξεν ἐπʼ αὐτὴν ἔχων πεζοὺς μὲν μισθοφόρους πλείους τῶν μυρίων, Μακεδόνας δὲ χιλίους, Πέρσας δὲ τοξότας καὶ σφενδονήτας πεντακοσίους, ἱππεῖς δὲ ὀκτακοσίους, βέλη δὲ παντοδαπὰ καὶ καταπέλτας ὀξυβελεῖς τε καὶ πετροβόλους καὶ τὴν ἄλλην χορηγίαν πᾶσαν τὴν ἀνήκουσαν πρὸς πολιορκίαν.
由于基齐库斯人的城市地理位置最关键且规模最大,他便率领一万多名雇佣步兵、一千名马其顿兵、五百名波斯弓箭手和投石兵、八百名骑兵、各种矢弹,以及发射锐箭和投掷石块的弹射器,还有攻城所需的所有其他装备,向该城进军。
§18.51.2ἄφνω δὲ προσπεσὼν τῇ πόλει καὶ τὸν πολὺν ὄχλον ἀπολαβὼν ἐπὶ τῆς χώρας εἴχετο τῆς πολιορκίας καὶ τοὺς ἐν τῇ πόλει καταπληξάμενος ἠνάγκαζε δέχεσθαι φρουράν.
他突然袭击了该城,将城外农地里的大批群众切断包围,专心进行围攻,并恐吓城内的人,强迫他们接受守军。
οἱ δὲ Κυζικηνοὶ παραδόξου τῆς ἐπιθέσεως γενομένης καὶ τῶν μὲν πλείστων ἐπὶ τῆς χώρας ἀπειλημμένων, ὀλίγων δʼ ὄντων τῶν ὑπολελειμμένων ἀπαράσκευοι παντελῶς ὑπῆρχον πρὸς τὴν πολιορκίαν.
然而,由于这次袭击非常突然,绝大多数人被隔绝在城外,留下的只有极少数人,基齐库斯人对这次围攻完全没有准备。
§18.51.3ὅμως δὲ κρίναντες ἀντέχεσθαι τῆς ἐλευθερίας φανερῶς μὲν πρέσβεις ἐξέπεμψαν τοὺς διαλεξομένους τῷ Ἀρριδαίῳ λῦσαι τὴν πολιορκίαν· ποιήσειν γὰρ πάντα τὴν πόλιν Ἀρριδαίῳ πλὴν τοῦ δέξασθαι φρουράν·
尽管如此,他们决定坚持自由,表面上派出了使者去与阿里戴乌斯谈判,请求解除包围;因为他们声称,除了接受守军之外,城市将为阿里戴乌斯做任何事情。
λάθρᾳ δὲ τοὺς νέους ἀθροίζοντες καὶ τῶν οἰκετῶν τοὺς εὐθέτους ἐπιλεγόμενοι καθώπλιζον καὶ τὸ τεῖχος ἀνεπλήρουν τῶν ἀμυνομένων.
但暗地里,他们聚集了年轻人,并挑选出奴隶中合适的人武装起来,让守城防卫的人站满了城墙。
§18.51.4τοῦ δὲ Ἀρριδαίου βιαζομένου δέχεσθαι φρουρὰν ἔφησαν βούλεσθαι τῷ δήμῳ προσανενεγκεῖν περὶ τούτου.
当阿里戴乌斯强行要求他们接受守军时,他们说希望就此事向公民大会进行咨询。
συγχωρήσαντος δὲ τοῦ σατράπου λαβόντες ἀνοχὴν ταύτην τε τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα βέλτιον παρεσκευάσαντο τὰ πρὸς τὴν πολιορκίαν.
在总督同意后,他们利用这段休战时间,在当天和次日夜间,为攻城战做了更充分的准备。
§18.51.5ὁ δʼ Ἀρριδαῖος καταστρατηγηθεὶς καὶ τὸν οἰκεῖον ἑαυτῷ προέμενος καιρὸν διεσφάλη τῆς ἐλπίδος· οἱ γὰρ Κυζικηνοὶ πόλιν ἔχοντες ὀχυρὰν καὶ παντελῶς εὐφύλακτον ἀπὸ τῆς γῆς διὰ τὸ χερρόνησον αὐτὴν εἶναι καὶ θαλαττοκρατοῦντες ῥᾳδίως ἠμύνοντο τοὺς πολεμίους.
阿里戴乌斯因中计而被智取,并失去了对他有利的时机,因而大失所望;因为基齐库斯人所拥有的城市地处半岛、地势险要且极易防守,加之他们掌握着制海权,因此很容易击退敌人。
§18.51.6μετεπέμποντο δὲ καὶ παρὰ Βυζαντίων στρατιώτας καὶ βέλη καὶ τἄλλα τὰ χρήσιμα πρὸς τὴν πολιορκίαν· ὧν ἅπαντα συντόμως καὶ προθύμως χορηγησάντων ἀνέλαβον ἑαυτοὺς ταῖς ἐλπίσι καὶ πρὸς τοὺς κινδύνους εὐθαρσεῖς κατέστησαν.
他们还向拜占庭人请求援助士兵、矢弹以及其他对围城战有用的物资;由于拜占庭人迅速且热心地提供了这一切,基齐库斯人恢复了希望,在危险面前变得勇敢起来。
§18.51.7εὐθὺ δὲ καὶ μακρὰς ναῦς καθελκύσαντες παρέπλεον τὴν παραθαλάττιον καὶ τοὺς ἀπὸ τῆς χώρας ἀναλαμβάνοντες ἀπεκόμιζον εἰς τὴν πόλιν.
他们随即下水长船(战船),沿海岸航行,接回城外的人并将他们运送回城。
ταχὺ δὲ στρατιωτῶν εὐπορήσαντες καὶ πολλοὺς τῶν πολιορκούντων ἀποκτείναντες ἀπετρίψαντο τὴν πολιορκίαν.
他们很快就获得了充足的兵力,并杀死了许多围城士兵,从而击退了这次包围。
Ἀρριδαῖος μὲν οὖν καταστρατηγηθεὶς ὑπὸ τῶν Κυζικηνῶν ἄπρακτος ἐπανῆλθεν εἰς τὴν ἰδίαν σατραπείαν.
因此,阿里戴乌斯被基齐库斯人智取击败,无功而返,回到了自己的行省。