§18.52.1Ἀντίγονος δὲ πυθόμενος τὴν τῶν Κυζικηνῶν πόλιν πολιορκουμένην ἔτυχε μὲν ἐν Κελαιναῖς διατρίβων, κρίνας δὲ τὴν κινδυνεύουσαν πόλιν ἰδίαν κατασκευάσασθαι πρὸς τὰς μελλούσας ἐπιβολὰς ἀπέλεξεν ἐξ ἁπάσης τῆς δυνάμεως τοὺς ἀρίστους, πεζοὺς μὲν δισμυρίους,
アンティゴノスはキジコス人の都市が包囲されているのを耳にしたとき、たまたまケライナイに滞在していたが、危機に瀕しているその都市を自らの将来の企てのために味方に引き入れようと決意し、全軍の中から最精鋭、すなわち歩兵二万名と、騎兵三千名を選び出した。
§18.52.2ἱππεῖς δὲ τρισχιλίους. τούτους δὲ ἀναλαβὼν ἐν τάχει προῆγε βοηθήσων τοῖς Κυζικηνοῖς.
これらを率いて、彼はキジコス人たちを救援するために急速に進軍した。
βραχὺ δὲ τῶν καιρῶν ὑστερήσας φανερὰν μὲν ἔσχε τὴν εἰς τὴν πόλιν εὔνοιαν, τῆς δὲ ὅλης ἐπιβολῆς ἀπέτυχε.
しかし、好機にわずかに遅れたため、その都市に対する好意を明らかにすることはできたものの、企て全体の目的を果たすことはできなかった。
§18.52.3πρὸς δὲ Ἀρριδαῖον ἐξέπεμψε πρεσβευτάς, ἐγκαλῶν ὅτι πρῶτον μὲν Ἑλληνίδα πόλιν σύμμαχον οὖσαν καὶ μηδὲν ἀδικοῦσαν ἐτόλμησε πολιορκεῖν, ἔπειθʼ ὅτι φανερός ἐστιν ἀποστατήσων καὶ τὴν σατραπείαν ἑαυτῷ δυναστείαν κατασκευαζόμενος·
そこで彼はアリダイオスに使節を派遣し、第一に、同盟国であり何ら過ちを犯していないギリシアの都市をあえて包囲したこと、第二に、彼が反逆を企てており、総督領を自らの独裁支配地へと仕立て上げようとしていることが明白であることを理由に非難した。
τὸ δὲ τελευταῖον προσέταττε τῆς σατραπείας παραχωρεῖν καὶ μίαν λαβόντα πόλιν εἰς καταβίωσιν τὴν ἡσυχίαν ἄγειν.
そして最後に、総督領を明け渡し、余生を送るための都市を一つ受け取って、静かに暮らすよう命じた。
§18.52.4ὁ δʼ Ἀρριδαῖος διακούσας τῶν πρέσβεων καὶ τὸ τῶν λόγων ὑπερήφανον καταμεμψάμενος οὐκ ἔφη παραχωρήσειν τῆς σατραπείας, τὰς δὲ πόλεις φρουραῖς διαλαμβάνων πειράσεσθαι τοῖς ὅπλοις διαγωνίζεσθαι πρὸς αὐτόν.
アリダイオスは使節たちの主張を詳しく聞き、その言葉の傲慢さを非難して、総督領を明け渡すつもりはないと答え、諸都市を守備隊で固めつつ、武力によって彼と決戦を試みるつもりであると述べた。
ἀκολούθως δὲ ταῖς ἀποκρίσεσι τὰς πόλεις ἀσφαλισάμενος μέρος τῆς δυνάμεως ἐξέπεμψε καὶ στρατηγὸν ἐπʼ αὐτῆς.
この返答に従って、諸都市の防備を固めた後、彼は軍の一部とその指揮官を派遣した。
τούτῳ δὲ προσέταξε συνάπτειν τοῖς περὶ τὸν Εὐμενῆ καὶ λύειν τὴν πολιορκίαν τοῦ φρουρίου καὶ τὸν Εὐμενῆ τῶν κινδύνων ἀπαλλάξαντα ποιήσασθαι σύμμαχον.
そしてこの将軍に対して、エウメネスの一行と合流し、要塞の包囲を解いて、エウメネスを危機から救い出した上で同盟者とするよう命じた。
§18.52.5Ἀντίγονος δὲ σπεύδων ἀμύνασθαι τὸν Ἀρριδαῖον ἐξέπεμψεν ἐπʼ αὐτὸν δύναμιν τὴν διαπολεμήσουσαν, αὐτὸς δὲ τὴν ἱκανὴν στρατιὰν ἀναλαβὼν προῆγεν ἐπὶ Λυδίας, βουλόμενος ἐκβαλεῖν τὸν ἐν αὐτῇ σατράπην Κλεῖτον.
アンティゴノスはアリダイオスに報復することを急ぎ、彼に対して戦争を遂行するための軍を派遣し、自身は十分な軍勢を率いてリュディアへと進軍した。 そこ(リュディア)の総督であるクレイトスを追放しようと望んだからである。
§18.52.6ὁ δὲ προϊδόμενος τὴν ἔφοδον αὐτοῦ τὰς μὲν ἀξιολογωτάτας πόλεις φρουραῖς ἠσφαλίσατο, αὐτὸς δὲ εἰς Μακεδονίαν ἐξέπλευσε, δηλώσων τοῖς τε βασιλεῦσι καὶ Πολυπέρχοντι τὴν Ἀντιγόνου τόλμαν καὶ ἀπόστασιν καὶ ἀξιώσων ἑαυτῷ βοηθεῖν.
クレイトスは彼の襲撃を予期し、最も重要な諸都市を守備隊で安全にしたが、自身はマケドニアへと船で去った。 王たちおよびポリュペルコンにアンティゴノスの傲慢と反逆を報告し、自分を援助するよう要求するためであった。
§18.52.7ὁ δʼ Ἀντίγονος τὴν μὲν Ἔφεσον ἐξ ἐφόδου παρέλαβε συνεργησάντων αὐτῷ τινων ἐκ τῆς πόλεως·
一方アンティゴノスは、市内の何人かの協力者を得て、電撃的にエフェソスを占領した。
μετὰ δὲ ταῦτα καταπλεύσαντος εἰς Ἔφεσον Αἰσχύλου τοῦ Ῥοδίου καὶ κομίζοντος ἐκ Κιλικίας ἐν τέσσαρσι ναυσὶν ἀργυρίου τάλαντα ἑξακόσια ἀπεσταλμένα εἰς Μακεδονίαν πρὸς τοὺς βασιλεῖς παρείλετο, φάσκων ἑαυτῷ χρείαν ἔχειν πρὸς τὰς τῶν ξένων μισθοφορίας.
その後、ロドス人のアイスキュロスが、キリキアから4隻の船で、王たちに向けてマケドニアに送られる途中の銀六百タラントンを運んでエフェソスに入港したとき、アンティゴノスはそれを強奪し、外国人傭兵の給与支払いのために自らにそれが必要であると主張した。
§18.52.8τοῦτο δὲ πράξας φανερὸς ἐγένετο πρὸς ἰδιοπραγίαν ὡρμημένος καὶ τοῖς βασιλεῦσιν ἐναντιούμενος.
この行動により、彼が自らの個人的な野心のために動き、王たちに敵対していることが明白になった。
μετὰ δὲ ταῦτα συμπολιορκήσας ἐπῄει τὰς ἑξῆς πόλεις, ἃς μὲν βίᾳ χειρούμενος, ἃς δὲ πειθοῖ προσαγόμενος.
この後、彼は次々と隣接する都市に攻め寄せ、あるいは武力で征服し、あるいは説得によって味方に引き入れた。