§18.40.1Ἀντίγονος δὲ τῆς Ἀσίας ἀποδεδειγμένος στρατηγὸς διαπολεμήσων πρὸς Εὐμενῆ ἤθροισεν ἐκ τῆς χειμασίας τὰς δυνάμεις.
アンティゴノスは、エウメネスと戦い抜くためにアジアの将軍に任命されており、冬営地から軍勢を集めた。
παρασκευασάμενος δὲ τὰ πρὸς τὴν μάχην προῆγεν ἐπὶ τὸν Εὐμενῆ, διατρίβοντα περὶ Καππαδοκίαν.
そして戦闘の準備を整えると、カッパドーキア付近に滞留していたエウメネスに向けて進軍した。
§18.40.2ὁ δʼ Εὐμενὴς, ἀποστάντος ἀπʼ αὐτοῦ τινος τῶν ἐπιφανῶν ἡγεμόνων ὀνόματι Περδίκκου, στρατοπεδεύοντος ἀπὸ τριῶν ἡμερῶν ὁδοῦ μετὰ τῶν συναποστάντων στρατιωτῶν πεζῶν μὲν τρισχιλίων, ἱππέων δὲ πεντακοσίων, ἐξέπεμψεν ἐπʼ αὐτὸν Φοίνικα τὸν Τενέδιον, ἔχοντα πεζοὺς μὲν ἐπιλέκτους τετρακισχιλίους, ἱππεῖς δὲ χιλίους.
一方エウメネスは、ペルディッカスという名の著名な指揮官の一人が彼から離反し、共に離反した歩兵三千名、騎兵五百名の兵士たちを率いて三日路の距離に陣を張っていたため、テネドス人のフォイニクスに精鋭の歩兵四千名と騎兵千名を持たせて、彼に対して派遣した。
§18.40.3οὗτος δὲ νυκτοπορίᾳ συντόνῳ χρησάμενος προσέπεσε τοῖς ἀποστάταις ἀπροσδοκήτως περὶ δευτέραν φυλακὴν νυκτερινήν·
彼は強行軍の夜進軍を行い、第二夜警の時間帯に不意に反乱者たちを襲撃した。
καταλαβὼν δʼ αὐτοὺς κοιμωμένους τόν τε Περδίκκαν ἐζώγρησε καὶ τῆς δυνάμεως ἐγκρατὴς ἐγένετο.
そして眠っている彼らを押さえ、ペルディッカスを生け捕りにし、その軍勢を掌握した。
§18.40.4Εὐμενὴς δὲ τοὺς αἰτιωτάτους τῆς ἀποστάσεως ἡγεμόνας ἐθανάτωσε· τοὺς δὲ στρατιώτας τοῖς ἄλλοις ἀναμίξας καὶ φιλανθρώπως προσενεχθεὶς ἰδίους ταῖς εὐνοίαις ἐποιήσατο.
エウメネスは反乱の最も主謀者である指揮官たちを処刑したが、兵士たちについては他の者たちと混ぜ合わせ、親切に接することで、好意によって彼らを自分の身内にした。
§18.40.5μετὰ δὲ ταῦθʼ ὁ μὲν Ἀντίγονος διαπεμψάμενος πρὸς Ἀπολλωνίδην τινά, τῶν ἱππέων ἀφηγούμενον παρʼ Εὐμενεῖ, μεγάλαις ἐπαγγελίαις διʼ ἀπορρήτων ἔπεισε προδότην γενέσθαι καὶ κατὰ τὴν μάχην αὐτομολῆσαι.
この後、アンティゴノスはエウメネスのもとで騎兵を率いていたアポロニデスという男に使者を送り、秘密裏に大きな約束をして、裏切り者となって戦闘の最中に寝返るよう説得した。
§18.40.6τοῦ δʼ Εὐμενοῦς στρατοπεδεύοντος τῆς Καππαδοκίας ἔν τισιν εὐθέτοις πεδίοις πρὸς ἱππομαχίαν ἐπιβαλὼν ὁ Ἀντίγονος μετὰ πάσης τῆς δυνάμεως κατελάβετο τὴν ὑπερκειμένην τῶν πεδίων ὑπωρίαν.
エウメネスが騎兵戦に適したカッパドーキアのある平野に陣を敷いていたところ、アンティゴノスは全軍をもって襲来し、その平野を見下ろす山麓の丘陵地帯を占拠した。
§18.40.7εἶχε δʼ ὁ μὲν Ἀντίγονος κατʼ ἐκείνους τοὺς καιροὺς πεζοὺς μὲν πλείω τῶν μυρίων, ὧν ἦσαν οἱ ἡμίσεις Μακεδόνες, θαυμαστοὶ κατὰ τὰς ἀνδραγαθίας, ἱππεῖς δὲ δισχιλίους, ἐλέφαντας δὲ τριάκοντα, ὁ δʼ Εὐμενὴς πεζοὺς μὲν οὐκ ἐλάττους τῶν δισμυρίων, ἱππεῖς δὲ πεντακισχιλίους.
アンティゴノスはその当時、歩兵一万人余りを擁しており、そのうちの半分は武勇において驚異的なマケドニア人であり、さらに騎兵二千名、象三十頭を有していた。 一方、エウメネスは歩兵二万人を下回らず、騎兵五千名を擁していた。
§18.40.8γενομένης δὲ μάχης ἰσχυρᾶς καὶ τοῦ Ἀπολλωνίδου μετὰ τῶν περὶ αὐτὸν ἱππέων ποιήσαντος ἀλόγως ἀπὸ τῶν ἰδίων διάστασιν ἐνίκησεν ὁ Ἀντίγονος καὶ ἀνεῖλεν τῶν ἐναντίων εἰς ὀκτακισχιλίους.
激しい戦闘が起こり、アポロニデスが彼に従う騎兵たちとともに、道理に反して自軍からの離脱を行ったため、アンティゴノスが勝利を収め、敵兵のうち八千名ほどを討ち取った。
ἐκυρίευσε δὲ καὶ τῆς ἀποσκευῆς ἁπάσης, ὥστε τοὺς περὶ τὸν Εὐμενῆ στρατιώτας διὰ μὲν τὴν ἧτταν καταπλαγῆναι, διὰ δὲ τὴν ἀπώλειαν τῆς ἀποσκευῆς ἀθυμῆσαι.
さらに彼は荷物のすべてをも奪い取ったため、エウメネスの側の兵士たちは、敗北のために恐怖に打たれ、荷物の喪失のために意気消沈することとなった。