Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §18.36.1-18.36.7

ペルディッカスの暗殺と新たな後見人の選出

37 / 301 箇所 · ギリシア語

要旨

ペルディッカスの強硬な作戦による犠牲を機にマケドニア兵はプトレマイオスを支持し、謀反を起こしてペルディッカスを殺害する。プトレマイオスは王たちの後見人の地位を辞退し、ペイトンとアッリダイオスをその後見人に推薦する。

§18.36.1ἀπολομένων δὲ πλειόνων ἢ δισχιλίων, ἐν οἷς καὶ τῶν ἐπιφανῶν τινες ἡγεμόνων ὑπῆρχον, ἀλλοτρίως τὸ πλῆθος ἔσχε πρὸς τὸν Περδίκκαν.
二千人以上が亡くなり、その中には著名な指揮官の一部も含まれていたが、民衆はペルディッカスに対して敵対的な態度をとった。
ὁ δὲ Πτολεμαῖος τὰ σώματα τῶν πρὸς αὐτὸν ἐκπεσόντων καύσας καὶ τῆς ἁρμοζούσης κηδείας ἀξιώσας ἀπέστειλε τὰ ὀστᾶ πρὸς τοὺς οἰκείους τε καὶ φίλους τῶν τετελευτηκότων.
一方、プトレマイオスは自分の側へ流れ着いた者たちの遺体を火葬にし、相応しい葬儀に値するものとした上で、亡くなった者たちの親族や友人たちのもとへ遺骨を送った。
§18.36.2τούτων δὲ πραχθέντων οἱ παρὰ τῷ Περδίκκᾳ Μακεδόνες πρὸς μὲν τοῦτον πολλῷ μᾶλλον ἀπεθηριώθησαν, πρὸς δὲ τὸν Πτολεμαῖον ἀπέκλιναν ταῖς εὐνοίαις.
これらのことが行われると、ペルディッカスの陣営にいたマケドニア兵たちは、彼に対してはるかに怒りを募らせたが、プトレマイオスに対しては好意を寄せた。
§18.36.3ἐπιγενομένης δὲ νυκτὸς πλήρης ἦν ἡ παρεμβολὴ κλαυθμοῦ καὶ πένθους, τοσούτων μὲν ἀνδρῶν ἀλόγως ἀπολωλότων ἄνευ πολεμίας πληγῆς καὶ τούτων οὐκ ἐλαττόνων ἢ χιλίων θηριοβρώτων γεγονότων.
夜が訪れると、陣営は泣き声と悲嘆で満ちていた。 これほど多くの男たちが、敵の攻撃もないまま不条理に命を落とし、しかもそのうち千人を下回らない数が獣に喰い殺されたためである。
§18.36.4πολλοὶ μὲν οὖν τῶν ἡγεμόνων συνίσταντο καὶ κατηγόρουν τοῦ Περδίκκου, πᾶσα δʼ ἡ φάλαγξ τῶν πεζῶν ἀπαλλοτριωθεῖσα φανερὰν διὰ τῆς ἀπειλούσης φωνῆς τὴν ἰδίαν κατεσκεύασεν ἀλλοτριότητα.
そこで、指揮官たちの多くは徒党を組んでペルディッカスを非難し、歩兵のファランクス全員は、心が離れて、脅迫的な声によって自らの敵意を露わにした。
§18.36.5διόπερ πρῶτοι τῶν ἡγεμόνων ἀπέστησαν ὡς ἑκατόν, ὧν ἦν ἐπιφανέστατος Πίθων ὁ τοὺς ἀποστάντας Ἕλληνας καταπολεμήσας, οὐδενὸς δὲ τῶν Ἀλεξάνδρου λειπόμενος φίλων ἀρετῇ τε καὶ δόξῃ·
それゆえ、まず指揮官たちのうち約百人が反逆し、そのうちで最も著名だったのは、反乱を起こしたギリシア人たちを討伐し、アレクサンドロスの友人たちの誰にも徳と名声において劣っていなかったペイトンであった。
μετὰ δὲ ταῦτα καὶ τῶν ἱππέων τινὲς συμφρονήσαντες ἐπὶ τὴν σκηνὴν τοῦ Περδίκκου κατήντησαν καὶ προσπεσόντες ἀθρόοι κατέσφαξαν τὸν Περδίκκαν.
この後、騎兵たちの一部も謀議を企ててペルディッカスの天幕へと押し寄せ、一斉に襲いかかってペルディッカスを突き殺した。
§18.36.6τῇ δʼ ὑστεραίᾳ γενομένης ἐκκλησίας ὁ Πτολεμαῖος καταβὰς καὶ τοὺς Μακεδόνας ἀσπασάμενος περί τε τῶν καθʼ αὑτὸν ἀπελογήσατο καὶ τῶν ἐπιτηδείων ἐκλελοιπότων ἐχορήγησε σῖτόν τε δαψιλῆ ταῖς δυνάμεσι καὶ τῶν ἄλλων ἐπιτηδείων ἐπλήρωσε τὴν παρεμβολήν.
翌日、民会が開催されると、プトレマイオスは降りてきてマケドニア兵たちに挨拶し、自身のことについて弁明するとともに、食料が底を突いていたので、軍勢に豊かな穀物を供給し、その他の必要な物資で陣営を満たした。
μεγάλης δὲ τυγχάνων ἀποδοχῆς καὶ δυνάμενος παραλαβεῖν τὴν ἐπιμέλειαν τῶν βασιλέων διὰ τὴν τοῦ πλήθους εὔνοιαν τούτου μὲν οὐκ ὠρέχθη, τῷ δὲ Πίθωνι καὶ Ἀρριδαίῳ χάριτας ὀφείλων συγκατεσκεύασε τὴν τῶν ὅλων ἡγεμονίαν·
彼は大いなる歓迎を受け、民衆の好意によって、王たちの後見の任を引き受けることができたにもかかわらず、これを求めず、ペイトンとアッリダイオスに恩義を感じて、全体の統治権を共同で整えてやった。
§18.36.7οἱ γὰρ Μακεδόνες βουλῆς προτεθείσης περὶ τῆς ἡγεμονίας καὶ συμβουλεύσαντος Πτολεμαίου πάντες προθύμως εἵλαντο τῶν βασιλέων ἐπιμελητὰς αὐτοκράτορας Πίθωνα καὶ Ἀρριδαῖον τὸν τὸ σῶμα τοῦ βασιλέως κατακομίσαντα.
マケドニア兵たちは、指導権に関する協議が提起され、プトレマイオスが勧告したため、全員が熱心に、全権を持つ王たちの後見人として、ペイトンと、王の遺体を送り届けたアッリダイオスを選出した。
Περδίκκας μὲν οὖν ἄρξας ἔτη τρία τοῦτον τὸν τρόπον ἀπέβαλε τὴν ἡγεμονίαν ἅμα καὶ τὴν ψυχήν.
このように、ペルディッカスは三年間支配した後、このような方法で指導権と同時に命を失ったのである。

語釈・文法注

  1. 18.36.1ἀλλοτρίως τὸ πλῆθος ἔσχε πρὸς τὸν Περδίκκαν — 副詞 `ἀλλοτρίως` を伴う自動詞 `ἔχω` は、連結動詞 `εἰμί` に形容詞 `ἀλλότριος` が組み合わさった表現(「〜に対して敵対的である」「疎遠である」)と同等。`πρός` +対格(`τὸν Περδίκκαν`)がその対象を示す。
  2. 18.36.3τοσούτων μὲν ἀνδρῶν ἀλόγως ἀπολωλότων ... καὶ τούτων οὐκ ἐλαττόνων ἢ χιλίων θηριοβρώτων γεγονότων — 二つの並列された独立属格(`ἀπολωλότων` と `γεγονότων`)が、主節(陣営が悲嘆に満ちていたこと)に対する原因あるいは付随状況を表す。`τούτων` は前に言及された死者たちを指す部分属格。
  3. 18.36.4φανερὰν διὰ τῆς ἀπειλούσης φωνῆς τὴν ἰδίαν κατεσκεύασεν ἀλλοτριότητα — 語順が倒置(hyperbaton)している。直接目的語は `τὴν ἰδίαν ἀλλοτριότητα` であり、動詞 `κατεσκεύασεν` に対する述語補語として形容詞 `φανεράν` が文頭に置かれている(「自らの敵意を明白なものとした」)。
  4. 18.36.6τούτου μὲν οὐκ ὠρέχθη — 動詞 `ὀρέγομαι`(ここでは受動デポネントアオリスト `ὠρέχθην`)は、追い求める対象を属格で支配する。ここでの `τούτου`(属格・中性単数)は、直前の `τὴν ἐπιμέλειαν τῶν βασιλέων`(王たちの後見)を指している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §18.36.1-18.36.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.36.1-18.36.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。