§18.36.1ἀπολομένων δὲ πλειόνων ἢ δισχιλίων, ἐν οἷς καὶ τῶν ἐπιφανῶν τινες ἡγεμόνων ὑπῆρχον, ἀλλοτρίως τὸ πλῆθος ἔσχε πρὸς τὸν Περδίκκαν.
When more than two thousand had perished, among whom were also some of the prominent commanders, the multitude became hostilely disposed toward Perdiccas.
ὁ δὲ Πτολεμαῖος τὰ σώματα τῶν πρὸς αὐτὸν ἐκπεσόντων καύσας καὶ τῆς ἁρμοζούσης κηδείας ἀξιώσας ἀπέστειλε τὰ ὀστᾶ πρὸς τοὺς οἰκείους τε καὶ φίλους τῶν τετελευτηκότων.
But Ptolemy, having burned the bodies of those who had been cast up on his side and having deemed them worthy of the fitting burial, sent the bones to the relatives and friends of the deceased.
§18.36.2τούτων δὲ πραχθέντων οἱ παρὰ τῷ Περδίκκᾳ Μακεδόνες πρὸς μὲν τοῦτον πολλῷ μᾶλλον ἀπεθηριώθησαν, πρὸς δὲ τὸν Πτολεμαῖον ἀπέκλιναν ταῖς εὐνοίαις.
When these things were done, the Macedonians in Perdiccas' camp became much more embittered against him, but they inclined in their goodwill toward Ptolemy.
§18.36.3ἐπιγενομένης δὲ νυκτὸς πλήρης ἦν ἡ παρεμβολὴ κλαυθμοῦ καὶ πένθους, τοσούτων μὲν ἀνδρῶν ἀλόγως ἀπολωλότων ἄνευ πολεμίας πληγῆς καὶ τούτων οὐκ ἐλαττόνων ἢ χιλίων θηριοβρώτων γεγονότων.
When night came on, the camp was full of weeping and mourning, since so many men had perished unreasonably without a hostile blow, and of these no fewer than a thousand had been devoured by beasts.
§18.36.4πολλοὶ μὲν οὖν τῶν ἡγεμόνων συνίσταντο καὶ κατηγόρουν τοῦ Περδίκκου, πᾶσα δʼ ἡ φάλαγξ τῶν πεζῶν ἀπαλλοτριωθεῖσα φανερὰν διὰ τῆς ἀπειλούσης φωνῆς τὴν ἰδίαν κατεσκεύασεν ἀλλοτριότητα.
Many of the commanders, therefore, gathered together and accused Perdiccas, and the entire phalanx of the infantry, having alienated themselves, made their own hostility clear by their threatening voice.
§18.36.5διόπερ πρῶτοι τῶν ἡγεμόνων ἀπέστησαν ὡς ἑκατόν, ὧν ἦν ἐπιφανέστατος Πίθων ὁ τοὺς ἀποστάντας Ἕλληνας καταπολεμήσας, οὐδενὸς δὲ τῶν Ἀλεξάνδρου λειπόμενος φίλων ἀρετῇ τε καὶ δόξῃ· μετὰ δὲ ταῦτα καὶ τῶν ἱππέων τινὲς συμφρονήσαντες ἐπὶ τὴν σκηνὴν τοῦ Περδίκκου κατήντησαν καὶ προσπεσόντες ἀθρόοι κατέσφαξαν τὸν Περδίκκαν.
For this reason, about a hundred of the commanders revolted first, of whom the most prominent was Pithon, who had subdued the revolted Greeks and was second to none of Alexander's friends in virtue and reputation; and after this, some of the cavalry, having conspired together, came to the tent of Perdiccas, and falling upon him in a body, assassinated him.
§18.36.6τῇ δʼ ὑστεραίᾳ γενομένης ἐκκλησίας ὁ Πτολεμαῖος καταβὰς καὶ τοὺς Μακεδόνας ἀσπασάμενος περί τε τῶν καθʼ αὑτὸν ἀπελογήσατο καὶ τῶν ἐπιτηδείων ἐκλελοιπότων ἐχορήγησε σῖτόν τε δαψιλῆ ταῖς δυνάμεσι καὶ τῶν ἄλλων ἐπιτηδείων ἐπλήρωσε τὴν παρεμβολήν.
On the following day, an assembly being held, Ptolemy came down and, having greeted the Macedonians, defended himself concerning his own actions, and, as provisions had failed, supplied abundant grain to the forces and filled the camp with other provisions.
μεγάλης δὲ τυγχάνων ἀποδοχῆς καὶ δυνάμενος παραλαβεῖν τὴν ἐπιμέλειαν τῶν βασιλέων διὰ τὴν τοῦ πλήθους εὔνοιαν τούτου μὲν οὐκ ὠρέχθη, τῷ δὲ Πίθωνι καὶ Ἀρριδαίῳ χάριτας ὀφείλων συγκατεσκεύασε τὴν τῶν ὅλων ἡγεμονίαν· §18.36.7οἱ γὰρ Μακεδόνες βουλῆς προτεθείσης περὶ τῆς ἡγεμονίας καὶ συμβουλεύσαντος Πτολεμαίου πάντες προθύμως εἵλαντο τῶν βασιλέων ἐπιμελητὰς αὐτοκράτορας Πίθωνα καὶ Ἀρριδαῖον τὸν τὸ σῶμα τοῦ βασιλέως κατακομίσαντα.
Though he met with great approval and was able to take over the guardianship of the kings because of the goodwill of the multitude, he did not reach out for this, but, owing gratitude to Pithon and Arrhidaeus, helped establish the general command for them; for when a deliberation was proposed concerning the command and Ptolemy advised it, the Macedonians all eagerly chose as independent guardians of the kings Pithon and Arrhidaeus, the one who had conveyed the body of the king.
Περδίκκας μὲν οὖν ἄρξας ἔτη τρία τοῦτον τὸν τρόπον ἀπέβαλε τὴν ἡγεμονίαν ἅμα καὶ τὴν ψυχήν.
Perdiccas, therefore, after having ruled for three years, lost his command and his life at the same time in this manner.