§18.35.1ὁ δὲ Περδίκκας κατανοήσας τὴν δυσκολίαν τοῦ ῥείθρου τοὺς μὲν ἐλέφαντας ἐκ τῶν εὐωνύμων ἐπέστησεν, ἐκδεχόμενος τὴν καταφορὰν τοῦ ποταμοῦ, καταπραϋνοῦντας τὸ ῥεῖθρον, τοὺς δʼ ἱππεῖς ἐκ τοῦ δεξιοῦ μέρους ἔταξε, διʼ ὧν ἐξεδέχετο τοὺς παραφερομένους ὑπὸ τοῦ ποταμοῦ καὶ διέσωζεν εἰς τὸ πέραν.
ペルディッカスは水流の困難さを察知し、川の流れを受け止めて水流を穏やかにするために、ゾウたちを左側に配置し、一方、川に流される者たちをその(騎兵)によって受け止めて対岸へと救うために、騎兵たちを右側の部分に整列させた。
§18.35.2ἴδιον δέ τι καὶ παράδοξον συνέβη γενέσθαι κατὰ τὴν διάβασιν τῆς δυνάμεως ταύτης.
この軍勢の渡河において、奇妙で思いがけないことが起こった。
τῶν πρώτων γὰρ ἀσφαλῶς διαβάντων οἱ μετὰ ταῦτα περαιούμενοι μεγάλοις περιέπιπτον κινδύνοις·
最初の者たちは安全に渡ったが、その後に渡る者たちは大きな危険に直面した。
ὁ γὰρ ποταμὸς οὐδεμιᾶς οὔσης αἰτίας φανερᾶς πολλῷ βαθύτερος ἐγίνετο καὶ τῶν σωμάτων ὅλων καταδυομένων ἅπαντες εἰς πολλὴν ἀμηχανίαν περιέπιπτον.
というのも、明白な原因がないにもかかわらず、川ははるかに深くなり、体全体が沈んでしまうため、誰もが途方に暮れたからである。
§18.35.3τῆς δὲ κατὰ τὴν πλήρωσιν αἰτίας ἐπιζητουμένης τὸ μὲν ἀληθὲς ἀσυλλόγιστον ἦν, ἔφασαν δʼ οἱ μὲν ἐν τοῖς ἄνω τόποις ἐγκεχωσμένην διώρυγα πάλιν ἐκφραχθῆναι καὶ συμμιχθεῖσαν τῷ ποταμῷ βαθύτερον πεποιηκέναι τὸν πόρον, οἱ δʼ ὄμβρους ἐν τοῖς ἄνω τόποις γενομένους αὐξῆσαι τὸ μέγεθος τοῦ Νείλου.
水位上昇の原因が探求される中、真実は推し量りがたかったが、ある人々は、上流地方で塞がれていた運河が再び開通して川と合流したことで、瀬を深くしたのだと言い、別の人々は、上流地方で降った雨がナイル川の規模を大きくしたのだと言った。
§18.35.4τούτων δʼ οὐδέτερον ἦν, ἀλλὰ τοῦ πόρου τὴν μὲν πρώτην διάβασιν ἀσφαλεστέραν συνέβαινε γεγονέναι ἀκεραίου τῆς κατὰ τὴν διάβασιν ἄμμου γεγενημένης, κατὰ δὲ τὰς ἄλλας ὑπὸ τῶν προδιαβεβηκότων ἵππων τε καὶ ἐλεφάντων, ἔτι δὲ πεζῶν τοῖς μὲν ποσὶ τὴν ἄμμον πατουμένην καὶ κινουμένην ὑπὸ τοῦ ῥείθρου κατενεχθῆναι καὶ διὰ τοῦτο κοιλωθέντος τοῦ πόρου βαθυτέραν γενέσθαι τὴν διάβασιν κατὰ μέσον τὸν ποταμόν.
しかし、これらのいずれでもなく、瀬の最初の渡河が比較的安全であったのは、渡河の際の砂が乱されていなかったからであり、他方のその後の渡河においては、先に渡った馬やゾウ、さらには歩兵たちによって、足で踏みつけられ水流によって動かされた砂が下流へと流され、このために瀬がえぐられて、川の中ほどで渡河場所が深くなったためであった。
§18.35.5διὰ δὲ ταύτην τὴν αἰτίαν ἀδυνατούσης τῆς λοιπῆς δυνάμεως διαβῆναι τὸν ποταμὸν ὁ Περδίκκας εἰς πολλὴν ἀπορίαν ἐνέπιπτεν καὶ τῶν μὲν διαβεβηκότων οὐκ ἀξιομάχων ὄντων τοῖς πολεμίοις, τῶν δʼ ἐν τῷ πέραν μὴ δυναμένων βοηθεῖν τοῖς ἰδίοις προσέταξεν εἰς τοὐπίσω πάλιν ἀπιέναι πάντας.
この原因のために、残りの軍勢が川を渡ることができなくなる中、ペルディッカスは大きな困惑に陥った。 そして、すでに渡った者たちだけでは敵と戦うに足りず、他方の岸にいる者たちは味方を助けることができないため、全員に再び後ろへ引き返すよう命じた。
§18.35.6διόπερ ἀναγκασθέντων ἁπάντων περαιοῦσθαι τὸ ῥεῖθρον οἱ μὲν ἐπιστάμενοι καλῶς νεῖν καὶ τοῖς σώμασιν ἰσχυρότατοι μετὰ πολλῆς κακοπαθίας διενήξαντο τὸν Νεῖλον, πολλὰ τῶν ὅπλων ἀποβαλόντες, τῶν δʼ ἄλλων διὰ τὴν ἀπειρίαν οἱ μὲν ὑπὸ τοῦ ῥείθρου κατεπόθηαν, οἱ δὲ πρὸς τοὺς πολεμίους ἐξέπεσον, οἱ πλεῖστοι δὲ παρενεχθέντες ἐπὶ πολὺν τόπον ὑπὸ τῶν ἐν τῷ ποταμῷ θηρίων κατεβρώθησαν.
それゆえ、全員が水流を渡ることを余儀なくされたため、泳ぎが上手で身体が非常に強健な者たちは、多大な苦難の末に、多くの武器を失いながらもナイル川を泳ぎ切ったが、他の者たちのうち、未経験のために、ある者は水流に飲み込まれ、ある者は敵の側へと流れ着き、大部分の者は長い距離を流された末に、川の中の獣に食い殺された。