§18.36.1ἀπολομένων δὲ πλειόνων ἢ δισχιλίων, ἐν οἷς καὶ τῶν ἐπιφανῶν τινες ἡγεμόνων ὑπῆρχον, ἀλλοτρίως τὸ πλῆθος ἔσχε πρὸς τὸν Περδίκκαν.
在两千多人丧生之后(其中包括一些著名的将领),群众对佩尔迪卡斯产生了敌意。
ὁ δὲ Πτολεμαῖος τὰ σώματα τῶν πρὸς αὐτὸν ἐκπεσόντων καύσας καὶ τῆς ἁρμοζούσης κηδείας ἀξιώσας ἀπέστειλε τὰ ὀστᾶ πρὸς τοὺς οἰκείους τε καὶ φίλους τῶν τετελευτηκότων.
而托勒密则火化了漂流到他那一侧的人的尸体,并给予了合乎身份的葬礼,将遗骨送还给死者的亲属和朋友。
§18.36.2τούτων δὲ πραχθέντων οἱ παρὰ τῷ Περδίκκᾳ Μακεδόνες πρὸς μὲν τοῦτον πολλῷ μᾶλλον ἀπεθηριώθησαν, πρὸς δὲ τὸν Πτολεμαῖον ἀπέκλιναν ταῖς εὐνοίαις.
这些事情办完后,佩尔迪卡斯营中的马其顿人对他更加敌视,而他们的好感则转向了托勒密。
§18.36.3ἐπιγενομένης δὲ νυκτὸς πλήρης ἦν ἡ παρεμβολὴ κλαυθμοῦ καὶ πένθους, τοσούτων μὲν ἀνδρῶν ἀλόγως ἀπολωλότων ἄνευ πολεμίας πληγῆς καὶ τούτων οὐκ ἐλαττόνων ἢ χιλίων θηριοβρώτων γεγονότων.
夜幕降临,营地里充满了哭泣和悲哀,因为有这么多人在没有遭受敌方打击的情况下无理丧命,而且其中不少于一千人被野兽吞食。
§18.36.4πολλοὶ μὲν οὖν τῶν ἡγεμόνων συνίσταντο καὶ κατηγόρουν τοῦ Περδίκκου, πᾶσα δʼ ἡ φάλαγξ τῶν πεζῶν ἀπαλλοτριωθεῖσα φανερὰν διὰ τῆς ἀπειλούσης φωνῆς τὴν ἰδίαν κατεσκεύασεν ἀλλοτριότητα.
因此,许多将领联合起来指责佩尔迪卡斯,而全体步兵方阵也与他离心离德,通过威胁性的呼声公开表达了他们的敌意。
§18.36.5διόπερ πρῶτοι τῶν ἡγεμόνων ἀπέστησαν ὡς ἑκατόν, ὧν ἦν ἐπιφανέστατος Πίθων ὁ τοὺς ἀποστάντας Ἕλληνας καταπολεμήσας, οὐδενὸς δὲ τῶν Ἀλεξάνδρου λειπόμενος φίλων ἀρετῇ τε καὶ δόξῃ· μετὰ δὲ ταῦτα καὶ τῶν ἱππέων τινὲς συμφρονήσαντες ἐπὶ τὴν σκηνὴν τοῦ Περδίκκου κατήντησαν καὶ προσπεσόντες ἀθρόοι κατέσφαξαν τὸν Περδίκκαν.
因此,首领中首先有大约一百人反叛,其中最著名的是皮松,他曾征服反叛的希腊人,且在才能和名望上不亚于亚历山大的任何朋友;此后,一些骑兵也合谋来到佩尔迪卡斯的帐篷,一拥而上刺杀了佩尔迪卡斯。
§18.36.6τῇ δʼ ὑστεραίᾳ γενομένης ἐκκλησίας ὁ Πτολεμαῖος καταβὰς καὶ τοὺς Μακεδόνας ἀσπασάμενος περί τε τῶν καθʼ αὑτὸν ἀπελογήσατο καὶ τῶν ἐπιτηδείων ἐκλελοιπότων ἐχορήγησε σῖτόν τε δαψιλῆ ταῖς δυνάμεσι καὶ τῶν ἄλλων ἐπιτηδείων ἐπλήρωσε τὴν παρεμβολήν.
第二天召开了大会,托勒密下来向马其顿人致意,为自己的行为进行辩解,并且在必需品匮乏的情况下,向军队提供了丰足的粮食,并用其他必需品填满了营地。
μεγάλης δὲ τυγχάνων ἀποδοχῆς καὶ δυνάμενος παραλαβεῖν τὴν ἐπιμέλειαν τῶν βασιλέων διὰ τὴν τοῦ πλήθους εὔνοιαν τούτου μὲν οὐκ ὠρέχθη, τῷ δὲ Πίθωνι καὶ Ἀρριδαίῳ χάριτας ὀφείλων συγκατεσκεύασε τὴν τῶν ὅλων ἡγεμονίαν·
他获得了极大的赞许,本可以凭借群众的善意接管对国王们的监护权,但他并没有希求这一点,而是出于对皮松和阿里达乌斯的感激,协助他们共同确立了整体的统治权。
§18.36.7οἱ γὰρ Μακεδόνες βουλῆς προτεθείσης περὶ τῆς ἡγεμονίας καὶ συμβουλεύσαντος Πτολεμαίου πάντες προθύμως εἵλαντο τῶν βασιλέων ἐπιμελητὰς αὐτοκράτορας Πίθωνα καὶ Ἀρριδαῖον τὸν τὸ σῶμα τοῦ βασιλέως κατακομίσαντα.
因为在提出关于统治权的商议并由托勒密提出建议后,马其顿人全都热切地选择皮松和运送国王遗体的阿里达乌斯为国王们的全权监护人。
Περδίκκας μὲν οὖν ἄρξας ἔτη τρία τοῦτον τὸν τρόπον ἀπέβαλε τὴν ἡγεμονίαν ἅμα καὶ τὴν ψυχήν.
就这样,执政三年的佩尔迪卡斯以这种方式同时失去了统治权和生命。