§18.31.1κατὰ κράτος ἡττημένον, κατὰ δὲ τὸ εὐώνυμον Νεοπτολέμου κατʼ αὐτὸν τὸν Εὐμενῆ τεταγμένου συνέστη φιλοτιμία μεγάλη τῶν ἡγεμόνων ἐπʼ ἀλλήλους ὁρμησάντων.
右翼が力負けして敗北した一方で、左翼においては、エウメネス自身の正面に配されたネオプトレモスの側で、将軍たちが互いに突撃したため、激しい対抗意識が生じた。
§18.31.2γνωρισθέντες γὰρ ἀπό τε τῶν ἵππων καὶ τῶν ἄλλων ἐπισήμων συνεπλάκησαν ἀλλήλοις καὶ τῇ καθʼ αὑτοὺς μονομαχίᾳ τὴν νίκην ἐποίησαν ἀκολουθῆσαι.
彼らは馬や他の目印によって互いを見分けると、激しくぶつかり合い、自分たち自身の一騎打ちによって勝利を決しようとした。
τὸ μὲν οὖν πρῶτον τοῖς ξίφεσιν ἀλλήλων καθικόμενοι παράδοξον καὶ παντελῶς ἐξηλλαγμένην μονομαχίαν συνεστήσαντο·
まず初めは互いに剣で斬り合い、驚くべき、完全に常軌を逸した一騎打ちを繰り広げた。
ἐκφερόμενοι γὰρ τῷ θυμῷ καὶ τῇ πρὸς ἀλλήλους δυσμενείᾳ ταῖς ἀριστεραῖς χερσὶν ἀφέντες τὰς ἡνίας ἀλλήλων ἐδράξαντο.
彼らは怒りと互いに対する敵意のために我を忘れ、左手で手綱を放して互いをつかみ合った。
οὗ συμβάντος οἱ μὲν ἵπποι κατὰ τὴν ὁρμὴν ὑπεξέδραμον, αὐτοὶ δʼ ἔπεσον ἐπὶ τὴν γῆν.
これが起きたとき、馬たちはその勢いのままに下を駆け抜け、彼ら自身は地上へと落下した。
§18.31.3τῆς δʼ ἐπαναστάσεως διὰ τὴν ὀξύτητα καὶ βίαν τοῦ πτώματος χαλεπῶς γινομένης ἀμφοτέροις, ἅτε καὶ τῶν ὅπλων ἐμποδιζόντων τὰ σώματα, ὁ μὲν Εὐμενὴς ἔφθασε, πρότερος διαναστάς, τοῦ Νεοπτολέμου τὴν ἰγνὺν πατάξαι.
落下の急激さと激しさのために、二人にとって立ち上がることが困難であり、武具も彼らの身体を妨げていたが、エウメネスが先んじて、先に立ち上がってネオプトレモスのひかがみを打った。
§18.31.4μεγάλης δὲ γενομένης διαιρέσεως καὶ σφαλείσης τῆς βάσεως ὁ μὲν πληγεὶς παραλελυμένος ἔκειτο, κωλυόμενος ὑπὸ τοῦ τραύματος διαναστῆναι·
大きな裂傷が生じて足元がぐらついたため、打たれたネオプトレモスは麻痺したように横たわり、傷のために立ち上がるのを妨げられていた。
ὅμως δὲ τῆς εὐψυχίας ὑπεραγούσης τὴν τοῦ σώματος ἐλάττωσιν ἐν γόνασι βεβηκὼς ἔτρωσε τὸν ἀντίπαλον εἴς τε τὸν βραχίονα καὶ τοὺς μηροὺς τρισὶ πληγαῖς.
しかしそれでも、気概が肉体の障害を上回っていたため、彼は膝をついた状態で、敵の腕と太ももを三度突いて負傷させた。
§18.31.5οὐδεμιᾶς δʼ οὔσης πληγῆς καιρίου καὶ τῶν τραυμάτων ἔτι θερμῶν ὄντων ὁ Εὐμενὴς δευτέραν πληγὴν ἐπὶ τὸν τράχηλον ἐπενέγκας ἀπέκτεινε τὸν Νεοπτόλεμον.
しかし、致命傷となる打撃は一つもなく、傷がまだ熱いうちに、エウメネスは首に二度目の打撃を加えてネオプトレモスを殺害した。