§18.30.1Εὐμενὴς δὲ πυνθανόμενος προάγειν ἐπʼ αὐτὸν τοὺς πολεμίους ἤθροισε πανταχόθεν τὰς δυνάμεις καὶ μάλιστα τὴν ἱππικήν·
エウメネスは、敵が彼に向かって進軍していることを知ると、あらゆる場所から自軍、とりわけ騎兵を招集した。
τοῖς γὰρ πεζοῖς οὐ δυνάμενος ἐξισωθῆναι τῇ Μακεδονικῇ φάλαγγι κατεσκεύαζεν ἀξιόλογον σύστημα τῶν ἱππέων, διʼ ὧν ἤλπιζε κρατήσειν τῶν ἐναντίων.
歩兵においてはマケドニアのファランクスに対抗することができなかったため、彼は有力な騎兵部隊を組織し、それによって敵に打ち勝つことを望んでいたのである。
§18.30.2ὡς δʼ ἤγγισαν ἀλλήλαις αἱ δυνάμεις, ὁ μὲν Κρατερὸς συναγαγὼν εἰς ἐκκλησίαν τὸ πλῆθος καὶ παρορμήσας εἰς τὸν ἀγῶνα τοῖς οἰκείοις λόγοις ἔφησε διδόναι τοῖς στρατιώταις, ἐὰν κρατήσωσι τῇ μάχῃ, διαρπάσαι τῶν πολεμίων πάσας τὰς ἀποσκευάς.
両軍が近づくと、クラテロスは兵士たちを民会に召集し、ふさわしい言葉で彼らを戦いへと鼓舞し、もし彼らが戦いに勝利したなら、敵のすべての手荷物を兵士たちに略奪させることを約束した。
§18.30.3πάντων δὲ προθύμων γενομένων ἐξέταξε τὴν δύναμιν, τοῦ μὲν δεξιοῦ κέρατος αὐτὸς ἡγούμενος, τοῦ δʼ εὐωνύμου τὴν ἡγεμονίαν παραδοὺς Νεοπτολέμῳ.
全員が意気揚々となると、彼は軍勢を整列させ、自らは右翼を率い、左翼の指揮権はネオプトレモスに委ねた。
§18.30.4εἶχε δὲ τοὺς σύμπαντας πεζοὺς μὲν δισμυρίους, ὧν ἦσαν οἱ πλείους Μακεδόνες, διαβεβοημένοι ταῖς ἀνδραγαθίαις, ἐν οἷς εἶχε μάλιστα τὰς ἐλπίδας τῆς νίκης· ἱππεῖς δὲ συνηκολούθουν πλείους τῶν δισχιλίων.
彼の総兵力は、歩兵が二万(その大半はマケドニア人であり、その勇敢さで鳴り響いており、彼はこの者たちに勝利の最大の希望を抱いていた)、追従する騎兵は二千を超えていた。
§18.30.5Εὐμενὴς δʼ εἶχε πεζοὺς μὲν δισμυρίους, παντοδαποὺς τοῖς γένεσιν, ἱππεῖς δὲ πεντακισχιλίους, δι’ ὧν τὸν κίνδυνον κρίνειν διεγνώκει.
一方、エウメネスは、様々な民族からなる二万の歩兵と、五千の騎兵を擁しており、この騎兵によって戦局を決することを決意していた。
ἀμφοτέρων δὲ τοὺς ἱππεῖς διελομένων ἐπὶ τὰ κέρατα καὶ πολὺ πρὸ τῆς φάλαγγος προϊππευσάντων ὁ μὲν Κρατερὸς πρῶτος μετὰ τῶν ἐπιλέκτων ἐπιρράξας τοῖς πολεμίοις ἠγωνίσατο μὲν περιβλέπτως, σφαλέντος δὲ τοῦ ἵππου ἔπεσεν ἐπὶ τὴν γῆν, διὰ δὲ τὸν φυρμὸν καὶ τὴν πυκνότητα τῶν ἐφιππευόντων ἀγνοηθεὶς ὃς ἦν συνεπατήθη καὶ τὸν βίον ἀλόγως κατέστρεψεν.
双方が騎兵を両翼に配し、ファランクスのかなり前方へと進出させたとき、クラテロスは精鋭とともに最初に敵に突撃し、目覚ましく戦ったが、馬が倒れて地上に転落し、後続の騎兵たちの混乱と密集のために、正体を知られないまま踏みつぶされ、あっけなく生涯を終えた。
§18.30.6τῇ δὲ τούτου τελευτῇ τῶν πολεμίων ἐπαρθέντων καὶ τῷ πλήθει πανταχόθεν περιχεομένων πολὺς ἐγίνετο φόνος.
彼の死によって敵は勢いづき、多勢であらゆる方向から押し寄せたため、多大な流血が生じた。
καὶ τὸ μὲν δεξιὸν κέρας τοῦτον τὸν τρόπον θλιβόμενον ἠναγκάσθη καταφυγεῖν πρὸς τὴν τῶν πεζῶν φάλαγγα,
このようにして圧迫された右翼は、歩兵のファランクスへと退却することを余儀なくされ、