§18.31.1κατὰ κράτος ἡττημένον, κατὰ δὲ τὸ εὐώνυμον Νεοπτολέμου κατʼ αὐτὸν τὸν Εὐμενῆ τεταγμένου συνέστη φιλοτιμία μεγάλη τῶν ἡγεμόνων ἐπʼ ἀλλήλους ὁρμησάντων.
With the right wing having been defeated by force, on the left wing, where Neoptolemus was stationed opposite Eumenes himself, a great rivalry arose as the generals rushed upon one another.
§18.31.2γνωρισθέντες γὰρ ἀπό τε τῶν ἵππων καὶ τῶν ἄλλων ἐπισήμων συνεπλάκησαν ἀλλήλοις καὶ τῇ καθʼ αὑτοὺς μονομαχίᾳ τὴν νίκην ἐποίησαν ἀκολουθῆσαι.
For, being recognized by their horses and their other insignia, they clashed with one another and made the victory follow upon their own single combat.
τὸ μὲν οὖν πρῶτον τοῖς ξίφεσιν ἀλλήλων καθικόμενοι παράδοξον καὶ παντελῶς ἐξηλλαγμένην μονομαχίαν συνεστήσαντο· ἐκφερόμενοι γὰρ τῷ θυμῷ καὶ τῇ πρὸς ἀλλήλους δυσμενείᾳ ταῖς ἀριστεραῖς χερσὶν ἀφέντες τὰς ἡνίας ἀλλήλων ἐδράξαντο.
At first, then, striking at each other with their swords, they engaged in a strange and completely extraordinary duel; for, carried away by rage and their animosity toward one another, they let go of the reins with their left hands and grasped each other.
οὗ συμβάντος οἱ μὲν ἵπποι κατὰ τὴν ὁρμὴν ὑπεξέδραμον, αὐτοὶ δʼ ἔπεσον ἐπὶ τὴν γῆν.
When this happened, the horses ran out from under them in their rush, and they themselves fell to the ground.
§18.31.3τῆς δʼ ἐπαναστάσεως διὰ τὴν ὀξύτητα καὶ βίαν τοῦ πτώματος χαλεπῶς γινομένης ἀμφοτέροις, ἅτε καὶ τῶν ὅπλων ἐμποδιζόντων τὰ σώματα, ὁ μὲν Εὐμενὴς ἔφθασε, πρότερος διαναστάς, τοῦ Νεοπτολέμου τὴν ἰγνὺν πατάξαι.
Since getting up was difficult for both of them because of the suddenness and violence of the fall, especially as their armor also encumbered their bodies, Eumenes anticipated him, rising first, and struck Neoptolemus in the ham of the leg.
§18.31.4μεγάλης δὲ γενομένης διαιρέσεως καὶ σφαλείσης τῆς βάσεως ὁ μὲν πληγεὶς παραλελυμένος ἔκειτο, κωλυόμενος ὑπὸ τοῦ τραύματος διαναστῆναι·
As a great gash was made and his footing slipped, the one who had been struck lay paralyzed, prevented by his wound from rising.
ὅμως δὲ τῆς εὐψυχίας ὑπεραγούσης τὴν τοῦ σώματος ἐλάττωσιν ἐν γόνασι βεβηκὼς ἔτρωσε τὸν ἀντίπαλον εἴς τε τὸν βραχίονα καὶ τοὺς μηροὺς τρισὶ πληγαῖς.
Nevertheless, since his courage surpassed the physical disability, getting upon his knees, he wounded his opponent in the arm and thighs with three blows.
§18.31.5οὐδεμιᾶς δʼ οὔσης πληγῆς καιρίου καὶ τῶν τραυμάτων ἔτι θερμῶν ὄντων ὁ Εὐμενὴς δευτέραν πληγὴν ἐπὶ τὸν τράχηλον ἐπενέγκας ἀπέκτεινε τὸν Νεοπτόλεμον.
But since none of these blows was fatal and the wounds were still warm, Eumenes, dealing a second blow to his neck, killed Neoptolemus.