§18.2.1ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησι Κηφισοδώρου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Λεύκιον Φρούριον καὶ Δέκιον Ἰούνιον.
アテナイにおいてケフィソドロスがアルコンであった年、ローマ人たちはルキウス・フリウスとデキウス・ユニウスを執政官に任命した。
ἐπὶ δὲ τούτων Ἀλεξάνδρου τοῦ βασιλέως τετελευτηκότος ἄπαιδος ἀναρχία καὶ πολλὴ στάσις ἐγένετο περὶ τῆς ἡγεμονίας.
彼らの任期中に、王アレクサンドロスが子を遺さずに亡くなったため、指導権をめぐって無政府状態と大きな内紛が生じた。
§18.2.2ἡ μὲν γὰρ τῶν πεζῶν φάλαγξ Ἀρριδαῖον τὸν Φιλίππου μὲν υἱόν, ψυχικοῖς δὲ πάθεσι συνεχόμενον ἀνιάτοις προῆγεν ἐπὶ τὴν βασιλείαν·
というのも、歩兵のファランクスは、フィリッポスの息子ではあるが不治の精神の病を患っているアリダイオスを王位に押し立てたからである。
οἱ δὲ μέγιστον ἔχοντες ἀξίωμα τῶν φίλων καὶ σωματοφυλάκων συνεδρεύσαντες καὶ προσλαβόμενοι τὸ τῶν ἱππέων τῶν ἑταίρων ὀνομαζομένων σύστημα τὸ μὲν πρῶτον διαγωνίζεσθαι τοῖς ὅπλοις πρὸς τὴν φάλαγγα διέγνωσαν καὶ πρέσβεις ἀπέστειλαν πρὸς τοὺς πεζοὺς ἐκ τῶν ἀξίωμα ἐχόντων ἀνδρῶν, ὧν ἦν ἐπιφανέστατος Μελέαγρος, ἀξιοῦντες πειθαρχεῖν αὐτοῖς.
一方で、友人たちや近衛兵たちのうち最も高い威信を持つ者たちは会議を開き、「ヘタイロイ」と呼ばれる騎兵の部隊を味方に引き入れ、当初は武装してファランクスと徹底的に争うことを決定し、威信ある男たちの中から使節を歩兵たちのもとへ派遣した(その中で最も際立っていたのはメレアグロスであった)。 彼らは歩兵たちが自分たちに従うよう要求した。
§18.2.3ὁ δὲ Μελέαγρος ὡς ἧκεν πρὸς τοὺς φαλαγγίτας, τῆς μὲν πρεσβείας οὐδεμίαν ἐποιήσατο μνείαν, τοὐναντίον δʼ ἐπαινέσας αὐτοὺς ἐπὶ τοῖς δεδογμένοις παρώξυνε κατὰ τῶν ἐναντιουμένων.
しかしメレアグロスは、ファランクスの兵士たちのところに到着すると、使節としての任務には一切言及せず、それどころか彼らの決定を称賛して、対立する者たちに対して彼らを煽り立てた。
διόπερ οἱ Μακεδόνες ἡγεμόνα καταστήσαντες ἑαυτῶν τὸν Μελέαγρον προῆγον πρὸς τοὺς ἀντιλέγοντας μετὰ τῶν ὅπλων.
それゆえマケドニア人たちは、メレアグロスを自らの指導者に任命し、武装して反対者たちに向かって進軍した。
§18.2.4τῶν δὲ σωματοφυλάκων ἀποχωρησάντων ἐκ τῆς Βαβυλῶνος καὶ παρασκευαζομένων εἰς πόλεμον οἱ χαριέστατοι τῶν ἀνδρῶν ἔπεισαν αὐτοὺς ὁμονοῆσαι.
近衛兵たちがバビロンから退去して戦争の準備を進める中、男たちのうちで最も理性を備えた者たちが、彼らを説得して和解させた。
εὐθὺ δὲ βασιλέα κατέστησαν τὸν Φιλίππου υἱὸν Ἀρριδαῖον καὶ μετωνόμασαν Φίλιππον, ἐπιμελητὴν δὲ τῆς βασιλείας Περδίκκαν, ᾧ καὶ ὁ βασιλεὺς τὸν δακτύλιον τελευτῶν δεδώκει, τοὺς δὲ ἀξιολογωτάτους τῶν φίλων καὶ σωματοφυλάκων παραλαβεῖν τὰς σατραπείας καὶ ὑπακούειν τῷ τε βασιλεῖ καὶ τῷ Περδίκκᾳ.
そして直ちに、彼らはフィリッポスの息子アリダイオスを王に擁立して「フィリッポス」と改名し、王が死に臨んで指輪を授けていたペルディッカスを王国の摂政に任命した。 また、友人たちや近衛兵たちのうち最も有力な者たちが、サトラペイア(総督領)を引き受け、王とペルディッカスの双方に従うこととした。