Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §18.3.1-18.3.5

バビロン会議でのサトラペイアの分配

4 / 301 箇所 · ギリシア語

要旨

ペルディッカスがバビロンでサトラペイアを主要な将軍たちに分配し、セレウコスを騎兵長官に任命する。また、アレクサンドロスの遺体護送のために将軍アリダイオスが任命される。

§18.3.1οὗτος δὲ παραλαβὼν τὴν τῶν ὅλων ἡγεμονίαν καὶ συνεδρεύσας μετὰ τῶν ἡγεμόνων Πτολεμαίῳ μὲν τῷ Λάγου τὴν Αἴγυπτον ἔδωκεν, Λαομέδοντι δὲ τῷ Μιτυληναίῳ Συρίαν, Φιλώτᾳ δὲ Κιλικίαν καὶ Πίθωνι μὲν Μηδίαν, Εὐμενεῖ δὲ Παφλαγονίαν καὶ Καππαδοκίαν καὶ πάσας τὰς συνοριζούσας ταύταις χώρας, ἃς Ἀλέξανδρος οὐκ ἐπῆλθεν ἐκκλεισθεὶς ὑπὸ τῶν καιρῶν, ὅτε διεπολέμει πρὸς Δαρεῖον, Ἀντιγόνῳ δὲ Παμφυλίαν καὶ Λυκίαν καὶ τὴν μεγάλην καλουμένην Φρυγίαν, μετὰ δὲ ταῦτα Κασάνδρῳ μὲν Καρίαν, Μελεάγρῳ δὲ Λυδίαν, Λεοννάτῳ δὲ τὴν ἐφʼ Ἑλλησπόντῳ Φρυγίαν.
そして彼(ペルディッカス)は全体の指導権を引き受け、諸将と会議を開いたうえで、ラゴスの子プトレマイオスにはエジプトを与え、ミュティレネのラオメドンにはシリアを、フィロタスにはキリキアを、ペイトンにはメディアを、エウメネスにはパフラゴニアとカッパドキア、およびこれらに隣接するすべての地域(これらはアレクサンドロスがダレイオスと戦っていた際、状況に阻まれて立ち入らなかった地域である)を与え、アンティゴノスにはパンフィリア、リュキア、および「大」と呼ばれるフリュギアを、その後カサンドロスにはカリアを、メレアグロスにはリュディアを、レオンナトスにはヘレスポントス沿いのフリュギアを与えた。
αὗται μὲν οὖν αἱ σατραπεῖαι τοῦτον τὸν τρόπον ἐμερίσθησαν.
こうして、これらのサトラペイアはこのように分配された。
§18.3.2κατὰ δὲ τὴν Εὐρώπην Λυσιμάχῳ μὲν ἐδόθη Θρᾴκη καὶ τὰ συνορίζοντα τῶν ἐθνῶν παρὰ τὴν Ποντικὴν θάλασσαν, ἡ δὲ Μακεδονία καὶ τὰ πλησιόχωρα τῶν ἐθνῶν Ἀντιπάτρῳ προσωρίσθη.
一方、ヨーロッパにおいては、リュシマコスにトラキアと黒海沿いの隣接する諸部族の地が与えられ、マケドニアとそれに近接する諸部族の地はアンティパトロスに割り当てられた。
τὰς δὲ κατὰ τὴν Ασίαν παραλελειμμένας σατραπείας ἔδοξε μὴ κινεῖν, ἀλλʼ ἐᾶν ὑπὸ τοὺς αὐτοὺς ἡγεμόνας τεταγμένας·
また、アジアにおける残りのサトラペイアについては、動かさずに同じ指導者たちの管轄下に置かれたままにしておくことが決定された。
ὁμοίως δὲ καὶ Ταξίλην καὶ Πῶρον κυρίους εἶναι τῶν ἰδίων βασιλειῶν, καθάπερ αὐτὸς Ἀλέξανδρος ἦν τεταχώς.
同様に、タクシレスとポロスも、アレクサンドロス自身が定めた通り、自らの王国の主権者であり続けることとされた。
§18.3.3τούτων δὲ τὴν συνορίζουσαν σατραπείαν τοῖς περὶ Ταξίλην βασιλεῦσι συνεχώρησε· τὴν δὲ παρὰ τὸν Καύκασον κειμένην, ὀνομαζομένην δὲ Παροπανισαδῶν προσώρισεν Ὀξυάρτῃ τῷ Βακτριανῷ, οὗ τὴν θυγατέρα Ῥωξάνην γεγαμηκὼς ἦν Ἀλέξανδρος.
そして(ペルディッカスは)彼らのうち、タクシレスらの王たちに隣接するサトラペイアの領有を認め、コーカサスに近接し、パロパニサダイと呼ばれるサトラペイアを、バクトリアのオクシュアルテス(アレクサンドロスがその娘ロクサネと結婚していた人物)に割り当てた。
καὶ Σιβυρτίῳ μὲν ἔδωκεν Ἀραχωσίαν καὶ Κεδρωσίαν, Στασάνορι δὲ τῷ Σολίῳ τὴν Ἀρίαν καὶ Δραγγινήν, Φιλίππῳ δὲ προσώρισε Βακτριανὴν καὶ Σογδιανήν, Φραταφέρνῃ δὲ Παρθυαίαν καὶ Ὑρκανίαν καὶ Πευκέστῃ μὲν Περσίδα, Τληπολέμῳ δὲ Καρμανίαν, Ἀτροπάτῃ δὲ Μηδίαν, Ἄρχωνι δὲ τὴν Βαβυλωνίαν, Ἀρκεσιλάῳ δὲ Μεσοποταμίαν.
そしてシビュルティオスにはアラコシアとゲドロシアを与え、ソロイのスタサノルにはアリアとドランギネを、フィリッポスにはバクトリアとソグディアナを割り当て、フラタフェルネスにはパルティアとヒュルカニアを、ペウケスタスにはペルシスを、トレポレモスにはカルマニアを、アトロパテスにはメディアを、アルコンにはバビロニアを、アルケシラオスにはメソポタミアを割り当てた。
§18.3.4Σέλευκον δʼ ἔταξεν ἐπὶ τὴν ἱππαρχίαν τῶν ἑταίρων, οὖσαν ἐπιφανεστάτην·
また、彼はセレウコスを、最も名誉あるヘタイロイの騎兵長官に任命した。
ταύτης γὰρ Ἡφαιστίων πρῶτος μὲν ἡγήσατο, μετὰ δὲ τοῦτον Περδίκκας, τρίτος δʼ ὁ προειρημένος Σέλευκος.
なぜなら、この部隊はヘファイスティオンが最初に率い、その次にはペルディッカスが、そして三人目として前述のセレウコスが率いることになったからである。
§18.3.5ἐπὶ δὲ τὴν κατακομιδὴν τοῦ σώματος καὶ τὴν κατασκευὴν τῆς ἁρμαμάξης τῆς μελλούσης κομίζειν τὸ σῶμα τοῦ τετελευτηκότος βασιλέως εἰς Ἄμμωνα ἔταξαν Ἀρριδαῖον.
一方、亡き王の遺体をアモンへと運ぶための葬送用馬車の製作と、その護送の任務には、彼らはアリダイオスを任命した。

語釈・文法注

  1. §18.3.2ἔδοξε μὴ κινεῖν ... ὁμοίως δὲ καὶ Ταξίλην καὶ Πῶρον κυρίους εἶναι — 非人称動詞 ἔδοξε(〜と決定された)に、前文の不定詞 μὴ κινεῖν(動かさないこと)および ἐᾶν(そのままにしておくこと)に続き、対格不定詞句 Ταξίλην καὶ Πῶρον κυρίους εἶναι(タクシレスとポロスが主権者であること)が並列して依存している。
  2. §18.3.3τοῖς περὶ Ταξίλην βασιλεῦσι — 「〜の周りの人々」を指す慣用表現 οἱ περί +対格が用いられている。ここでは「タクシレスとその周辺の王たち」または「タクシレスの統治下にある王たち」を意味する。
  3. §18.3.5ἔταξαν Ἀρριδαῖον — 3人称単数の動詞(ἔδωκεν 等、ペルディッカスを主語とする)が続いていたが、ここでは3人称複数形 ἔταξαν に変化しており、決定が将軍たちの合議またはマケドニア軍集会全体によるものであることを示している。また、この「アリダイオス」は王となったアリダイオス(フィリッポス3世)ではなく、葬儀責任者となった同名の将軍である。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §18.3.1-18.3.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.3.1-18.3.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。