§18.2.1ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησι Κηφισοδώρου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Λεύκιον Φρούριον καὶ Δέκιον Ἰούνιον.
For when Cephisodorus was archon in Athens, the Romans elected Lucius Furius and Decius Junius as consuls.
ἐπὶ δὲ τούτων Ἀλεξάνδρου τοῦ βασιλέως τετελευτηκότος ἄπαιδος ἀναρχία καὶ πολλὴ στάσις ἐγένετο περὶ τῆς ἡγεμονίας.
During their term of office, after King Alexander had died childless, there arose anarchy and great dissension concerning the leadership.
§18.2.2ἡ μὲν γὰρ τῶν πεζῶν φάλαγξ Ἀρριδαῖον τὸν Φιλίππου μὲν υἱόν, ψυχικοῖς δὲ πάθεσι συνεχόμενον ἀνιάτοις προῆγεν ἐπὶ τὴν βασιλείαν· οἱ δὲ μέγιστον ἔχοντες ἀξίωμα τῶν φίλων καὶ σωματοφυλάκων συνεδρεύσαντες καὶ προσλαβόμενοι τὸ τῶν ἱππέων τῶν ἑταίρων ὀνομαζομένων σύστημα τὸ μὲν πρῶτον διαγωνίζεσθαι τοῖς ὅπλοις πρὸς τὴν φάλαγγα διέγνωσαν καὶ πρέσβεις ἀπέστειλαν πρὸς τοὺς πεζοὺς ἐκ τῶν ἀξίωμα ἐχόντων ἀνδρῶν, ὧν ἦν ἐπιφανέστατος Μελέαγρος, ἀξιοῦντες πειθαρχεῖν αὐτοῖς.
For the phalanx of the infantry set forward for the kingship Arridaeus, who was a son of Philip but was afflicted with incurable mental ailments; whereas those of the friends and bodyguards who possessed the greatest prestige held a council, and having associated with themselves the body of the cavalry called "Companions," decided at first to fight it out with arms against the phalanx, and dispatched envoys to the infantry from among the men of prestige, of whom Meleager was the most illustrious, demanding that they submit to them.
§18.2.3ὁ δὲ Μελέαγρος ὡς ἧκεν πρὸς τοὺς φαλαγγίτας, τῆς μὲν πρεσβείας οὐδεμίαν ἐποιήσατο μνείαν, τοὐναντίον δʼ ἐπαινέσας αὐτοὺς ἐπὶ τοῖς δεδογμένοις παρώξυνε κατὰ τῶν ἐναντιουμένων.
But Meleager, when he came to the phalanx-soldiers, made no mention of the embassy, but on the contrary, having praised them for their decisions, incited them against those who opposed them.
διόπερ οἱ Μακεδόνες ἡγεμόνα καταστήσαντες ἑαυτῶν τὸν Μελέαγρον προῆγον πρὸς τοὺς ἀντιλέγοντας μετὰ τῶν ὅπλων.
Therefore the Macedonians, having appointed Meleager as their leader, advanced with arms against those who spoke against them.
§18.2.4τῶν δὲ σωματοφυλάκων ἀποχωρησάντων ἐκ τῆς Βαβυλῶνος καὶ παρασκευαζομένων εἰς πόλεμον οἱ χαριέστατοι τῶν ἀνδρῶν ἔπεισαν αὐτοὺς ὁμονοῆσαι.
While the bodyguards had withdrawn from Babylon and were preparing for war, the most reasonable of the men persuaded them to come to an agreement.
εὐθὺ δὲ βασιλέα κατέστησαν τὸν Φιλίππου υἱὸν Ἀρριδαῖον καὶ μετωνόμασαν Φίλιππον, ἐπιμελητὴν δὲ τῆς βασιλείας Περδίκκαν, ᾧ καὶ ὁ βασιλεὺς τὸν δακτύλιον τελευτῶν δεδώκει, τοὺς δὲ ἀξιολογωτάτους τῶν φίλων καὶ σωματοφυλάκων παραλαβεῖν τὰς σατραπείας καὶ ὑπακούειν τῷ τε βασιλεῖ καὶ τῷ Περδίκκᾳ.
And immediately they established Philip's son Arridaeus as king and renamed him Philip, and appointed as regent of the kingdom Perdiccas, to whom the king at his death had given his ring, and agreed that the most prominent of the friends and bodyguards should take over the satrapies and obey both the king and Perdiccas.