§18.1.1Πυθαγόρας ὁ Σάμιος καί τινες ἕτεροι τῶν παλαιῶν φυσικῶν ἀπεφήναντο τὰς ψυχὰς τῶν ἀνθρώπων ὑπάρχειν ἀθανάτους, ἀκολούθως δὲ τῷ δόγματι τούτῳ καὶ προγινώσκειν αὐτὰς τὰ μέλλοντα καθʼ ὃν ἂν καιρὸν ἐν τῇ τελευτῇ τὸν ἀπὸ τοῦ σώματος χωρισμὸν ποιῶνται.
サモスのピュタゴラスや、古代の自然哲学者たちのうちの他の何人かは、人間の魂は不死であり、この教義に従って、魂が死に際して身体からの離脱をおこなうその時に、未来の出来事を予知するものであると主張した。
§18.1.2τούτοις δὲ ἔοικε συμφωνεῖν καὶ ὁ ποιητὴς Ὅμηρος, παρεισάγων τὸν Ἕκτορα κατὰ τὸν τῆς τελευτῆς καιρὸν προλέγοντα τῷ Ἀχιλλεῖ τὸν μέλλοντα συντόμως αὐτῷ συνακολουθήσειν θάνατον.
詩人ホメロスもこれに同意しているように見え、ヘクトルがまさにその死の瞬間に、アキレウスに対して、まもなく彼に後を追うことになる死を予言する者として登場させている。
§18.1.3ὁμοίως δὲ καὶ κατὰ τοὺς νεωτέρους χρόνους ἐπὶ πολλῶν καταστρεφόντων τὸν βίον ἱστορεῖται γεγονέναι τὸ προειρημένον καὶ μάλιστα ἐπὶ τῆς Ἀλεξάνδρου τοῦ Μακεδόνος τελευτῆς.
同様に、より新しい時代においても、多くの者が生涯を終える際に、上述のことが起こったと伝えられており、とりわけマケドニア人アレクサンドロスの臨終においてそうであった。
§18.1.4οὗτος γὰρ ἐν Βαβυλῶνι μεταλλάττων τὸν βίον, κατὰ τὴν ἐσχάτην ἀναπνοὴν ἐρωτηθεὶς ὑπὸ τῶν φίλων τίνι τὴν βασιλείαν ἀπολείπει, εἶπεν Τῷ ἀρίστῳ· προορῶμαι γὰρ ἐπιτάφιον μέγαν ἀγῶνα γενησόμενόν μοι τῶν φίλων.
なぜなら、彼がバビロンで生涯を終えようとする時、いまわの際に友人たちから「誰に王国を遺すのか」と問われ、「最も優れた者に」と答え、「私には友人たちによる私のための壮大な葬儀の闘争が起こるのが予見されるからだ」と言ったからである。
§18.1.5ὅπερ καὶ πρὸς ἀλήθειαν ἐξέβη·
そしてこれは実際に現実となった。
οἱ γὰρ ἐπιφανέστατοι τῶν φίλων ὑπὲρ τοῦ πρωτείου διενεχθέντες πολλοὺς καὶ μεγάλους ἀγῶνας συνεστήσαντο μετὰ τὴν Ἀλεξάνδρου τελευτήν.
すなわち、最も傑出した友人たちが首位の座をめぐって争い、アレクサンドロスの死後に、数多くの深刻な闘争を引き起こしたのである。
τὰς δὲ συντελεσθείσας ὑπʼ αὐτῶν πράξεις ἡ βύβλος αὕτη περιέχουσα ποιήσει φανερὸν τὸ ῥηθὲν τοῖς φιλαναγνωστοῦσιν.
彼らによって成し遂げられた数々の事績を収める本書は、読書を愛する人々に、その言明が真実であることを明らかにするであろう。
§18.1.6ἡ μὲν γὰρ πρὸ ταύτης βύβλος τὰς Ἀλεξάνδρου πράξεις ἁπάσας περιείληφε μέχρι τῆς τελευτῆς· αὕτη δὲ τὰ τοῖς διαδεξαμένοις τὴν τούτου βασιλείαν πεπραγμένα περιέχουσα τελευτὴν μὲν ἔχει τὸν προηγούμενον ἐνιαυτὸν τῆς Ἀγαθοκλέους τυραννίδος, περιείληφεν δʼ ἔτη ἑπτά.
というのも、本書の前の巻はアレクサンドロスのすべての事績をその死に至るまで包括していたが、本書は彼の王国を継承した者たちによって成し遂げられた事績を収めており、アガトクレスの僭主政治の前年に終わり、七年間を包括しているからである。