§18.18.1Ἀντίπατρος δὲ διὰ ταύτης τῆς στρατηγίας διαλύσας τὸ σύστημα τῶν Ἑλλήνων ἤγαγε τὴν δύναμιν πᾶσαν ἐπὶ τοὺς Ἀθηναίους.
アンティパトロスはこの戦略によってギリシア人の同盟を解体し、全軍をアテナイ人に向けて進めた。
ὁ δὲ δῆμος ἐρημωθεὶς τῆς τῶν συμμάχων βοηθείας ἐν ἀπορίᾳ πολλῇ καθειστήκει·
一方、民衆は同盟軍の援助を失って大きな窮地に陥っていた。
πάντων δὲ καταφερομένων ἐπὶ τὸν Δημάδην καὶ βοώντων τοῦτον ἐκπέμπειν πρεσβευτὴν πρὸς Ἀντίπατρον ὑπὲρ τῆς εἰρήνης οὗτος μὲν καλούμενος σύμβουλος οὐχ ὑπήκουσεν·
全員がデマデスのもとに詰め寄り、平和のために彼をアンティパトロスのもとへ使節として派遣するよう大声で求めていたが、彼は相談役として求められても、これに応じなかった。
§18.18.2ἦν γὰρ τρὶς ἡλωκὼς παρανόμων καὶ διὰ τοῦτο γεγονὼς ἄτιμος καὶ κωλυόμενος ὑπὸ τῶν νόμων συμβουλεύειν·
というのも、彼は違法提案の公訴で三度有罪判決を受けており、そのために市民権剥奪の状態にあって、法律によって国政に助言することを禁じられていたからである。
ἀπολαβὼν δὲ τὴν ἐπιτιμίαν ὑπὸ τοῦ δήμου παραχρῆμα ἐξεπέμφθη πρεσβευτὴς μετὰ Φωκίωνος καί τινων ἑτέρων.
しかし、民衆によって市民権を回復されると、直ちにフォキオンや他の人々とともに使節として派遣された。
§18.18.3τοῦ δʼ Ἀντιπάτρου διακούσαντος τῶν λόγων καὶ δόντος ἀπόκρισιν ὡς ἄλλως οὐ μὴ συλλύσηται τὸν πρὸς Ἀθηναίους πόλεμον, ἐὰν μὴ τὰ καθʼ ἑαυτοὺς ἐπιτρέψωσιν αὐτῷ ʽκαὶ γὰρ ἐκείνους συγκλείσαντας εἰς Λάμιαν τὸν Ἀντίπατρον τὰς αὐτὰς ἀποκρίσεις πεποιῆσθαι πρεσβεύσαντος αὐτοῦ περὶ τῆς εἰρήνησʼ ὁ δῆμος οὐκ ὢν ἀξιόμαχος ἠναγκάσθη τὴν ἐπιτροπὴν καὶ τὴν ἐξουσίαν πᾶσαν Ἀντιπάτρῳ δοῦναι περὶ τῆς πόλεως.
アンティパトロスは彼らの言葉に耳を傾けたが、アテナイ人が自らのすべての件を自分に委ねない限り、決して彼らとの戦争を終わらせることはないという回答を与えた(かつてアテナイ人たちがアンティパトロスをラミアに包囲し、彼が平和について使節を送った際にも、彼らが同じ回答をしていたからである)。 対抗して戦う力のない民衆は、市に関する全権と支配権をアンティパトロスに与えることを余儀なくされた。
§18.18.4ὁ δὲ φιλανθρώπως αὐτοῖς προσενεχθεὶς συνεχώρησεν ἔχειν τήν τε πόλιν καὶ τὰς κτήσεις καὶ τἄλλα πάντα·
しかし、彼は人道的に彼らに対処し、都市と財産、その他すべてを保持することを認めた。
τὴν δὲ πολιτείαν μετέστησεν ἐκ τῆς δημοκρατίας καὶ προσέταξεν ἀπὸ τιμήσεως εἶναι τὸ πολίτευμα καὶ τοὺς μὲν κεκτημένους πλείω δραχμῶν δισχιλίων κυρίους εἶναι τοῦ πολιτεύματος καὶ τῆς χειροτονίας, τοὺς δὲ κατωτέρω τῆς τιμήσεως ἅπαντας ὡς ταραχώδεις ὄντας καὶ πολε μικοὺς ἀπήλασε τῆς πολιτείας καὶ τοῖς βουλομένοις χώραν ἔδωκεν εἰς κατοίκησιν ἐν τῇ Θρᾴκῃ.
しかし、国制を民主政から変更し、財産評価額に基づく国政とすることを命じた。 そして、二千ドラクマ以上の財産を所有する者が国政と投票の主権を有することとし、その評価額に満たない者すべてを、彼らが騒乱を好み好戦的であるという理由で国政から排除し、希望する者にはトラキアに移住するための土地を与えた。
§18.18.5οὗτοι μὲν οὖν ὄντες πλείους τῶν μυρίων καὶ δισχιλίων μετεστάθησαν ἐκ τῆς πατρίδος, οἱ δὲ τὴν ὡρισμένην τίμησιν ἔχοντες περὶ ἐννακισχιλίους ἀπεδείχθησαν κύριοι τῆς τε πόλεως καὶ χώρας καὶ κατὰ τοὺς Σόλωνος νόμου ἐπολιτεύοντο·
こうして、一万二千人以上の人々が祖国から移住させられ、規定の評価額を満たす者たちおよそ九千人が都市と領土の主権者と定められ、ソロンの法律に従って国政を行った。
πάντες δὲ τὰς οὐσίας εἰάθησαν ἔχειν ἀναφαιρέτους.
そして、すべての者が自らの財産を奪われることなく保持することを許された。
φρούραρχον δὲ Μένυλλον καὶ φρουρὰν ἠναγκάσθησαν δέξασθαι τὴν οὐκ ἐπιτρέψουσαν οὐδενὶ νεωτερίζειν.
しかし、何者も変革を起こすことを許さないための守備隊長メニュロスと守備隊を受け入れることを余儀なくされた。
§18.18.6περὶ δὲ τῆς Σάμου τὴν ἀναφορὰν ἐπὶ τοὺς βασιλεῖς ἐποιήσαντο.
サモス島については、王たちへの裁定に委ねられた。
Ἀθηναῖοι μὲν οὖν παρʼ ἐλπίδα φιλανθρωπευθέντες ἔτυχον τῆς εἰρήνης καὶ τὸ λοιπὸν ἀταράχως πολιτευόμενοι καὶ τὴν χώραν ἀδεῶς καρπούμενοι ταχὺ ταῖς οὐσίαις προσανέδραμον.
アテナイ人はこうして予想に反して寛大な扱いを受けて平和を得、その後は平穏に国政を行い、恐れなく領土から収穫を得て、速やかに富を回復した。
§18.18.7ὁ δʼ Ἀντίπατρος ἐπανελθὼν εἰς τὴν Μακεδονίαν τὸν μὲν Κρατερὸν ταῖς ἁρμοζούσαις τιμαῖς τε καὶ δωρεαῖς ἐκόσμησε καὶ τῶν θυγατέρων μίαν συνοικίσας αὐτῷ τὴν πρεσβυτάτην Φίλαν τὴν εἰς τὴν Ἀσίαν ἐπάνοδον συγκατεσκεύασεν.
一方、アンティパトロスはマケドニアに帰還すると、クラテロスにふさわしい栄誉と贈り物を授け、自らの娘たちのうち長女のフィラを彼と結婚させて、アジアへの帰還を共同で準備した。
§18.18.8ὁμοίως δὲ καὶ ταῖς ἄλλαις Ἑλληνίσι πόλεσιν ἐπιεικῶς προσενεχθείς καὶ τὰ πολιτεύματα συναγαγὼν καὶ καλῶς καταστήσας ἐπαίνων καὶ στεφάνων ἔτυχεν.
同様に、他のギリシアの諸都市に対しても寛大に対処し、国制を再編し良好に組織したことで、称賛と冠を得た。
§18.18.9ὀ δὲ Περδίκκας ἀποκαταστήσας τοῖς Σαμίοις τήν τε πόλιν καὶ χώραν κατήγαγεν αὐτοὺς εἰς τὴν πατρίδα, πεφευγότας ἔτη τρισὶ πλείω τῶν τεσσαράκοντα.
一方、ペルディッカスはサモス人たちに都市と領土を返還し、彼らを祖国へと帰還させた。 彼らは四十数年にわたり亡命生活を送っていたのである。