§18.19.1ἡμεῖς δʼ ἐπεὶ τὰς κατὰ τὸν Λαμιακὸν πόλεμον ἐπιτελεσθείσας πράξεις διήλθομεν, μεταβησόμεθα πρὸς τὸν ἐν τῇ Κυρήνῃ γενόμενον πόλεμον, ἵνα μὴ μακρὰν τοῖς χρόνοις ἀποπλανῶμεν τὸ σύνεχὲς τῆς ἱστορίας.
私たちはラミア戦争中に成し遂げられた事績を語り終えたので、年代の点において歴史の連続性から遠く逸れてしまわないよう、キュレネで起こった戦争へと移行することにしよう。
ἀναγκαῖον δʼ ἐστὶ βραχὺ τοῖς χρόνοις προσαναδραμεῖν, ὅπως σαφεστέρας ποιήσωμεν τὰς κατὰ μέρος πράξεις.
しかし、個々の事績をより明確にするためには、年代において少し遡ることが必要である。
§18.19.2Ἁρπάλου γὰρ τὸν ἐκ τῆς Ἀσίας δρασμὸν ποιησαμένου καὶ καταπλεύσαντος εἰς Κρήτην μετὰ τῶν μισθοφόρων, καθάπερ ἐν τῇ πρὸ ταύτης βύβλῳ δεδηλώκαμεν, Θίβρων, εἷς τῶν φίλων νομιζόμενος, δολοφονήσας τὸν Ἅρπαλον κύριος ἐγένετο τῶν τε χρημάτων καὶ τῶν στρατιωτῶν,
というのも、前の巻で明らかにしたように、ハルパロスがアジアからの逃亡を行い、傭兵たちを伴ってクレタ島に寄港した際、彼の友人の一人とみなされていたティブロンがハルパロスを暗殺し、資金と兵士たちの支配権を握ったからである。
§18.19.3ὄντων ἑπτακισχιλίων.
兵士は七千人であった。
ὁμοίως δὲ καὶ τῶν νεῶν ἐγκρατὴς γενόμενος καὶ τοὺς στρατιώτας εἰς ταύτας θέμενος κατέπλευσεν εἰς τὴν χώραν τῶν Κυρηναίων.
同様に、船も掌握し、兵士たちをこれらに乗せてキュレネ人の領土へと船を進めた。
ἀνειληφὼς δὲ μεθʼ αὑτοῦ τοὺς ἐκ τῆς Κυρήνης φυγάδας καὶ τούτους ἔχων καθηγουμένους τῆς ἐπιβουλῆς διὰ τὴν τῶν τόπων ἐμπειρίαν, ἀπαντησάντων τῶν Κυρηναίων καὶ μάχης γενομένης ὁ Θίβρων νικήσας πολλοὺς μὲν ἀπέκτεινεν, οὐκ ὀλίγους δʼ ἐζώγρησε.
キュレネからの亡命者たちを同行させ、彼らがその土地での経験があることからこの企ての案内役とし、キュレネ人が迎撃して戦いが生じた際、ティブロンは勝利して多くの者を殺害し、少なからぬ者を捕虜にした。
§18.19.4κυριεύσας δὲ τοῦ λιμένος καὶ πολιορκήσας καὶ καταπληξάμενος τοὺς Κυρηναίους ἠνάγκασεν ὁμολογίας ποιήσασθαι ὥστε αὐτοὺς δοῦναι ἀργυρίου τάλαντα πεντακόσια, τῶν δὲ ἁρμάτων τά ἡμίση πρὸς τὰς στρατείας συνεκπέμπειν.
彼は港を占領し、包囲攻撃を行い、キュレネ人たちを畏怖させて、彼らが銀五百タラントンを支払い、遠征のために戦車の半分を共同派遣するという条件で合意を結ばせた。
§18.19.5διεπρεσβεύσατο δὲ καὶ πρὸς τὰς ἄλλας πόλεις, ἀξιῶν συμμαχεῖν ὡς μέλλοντος αὐτοῦ τὴν πλησιόχωρον Λιβύην καταστρέφεσθαι.
また、彼は他の諸都市にも使節を送り、自分が隣接するリビアを征服するつもりであるとして同盟を求めた。
διήρπασε δὲ καὶ τῶν ἐμπόρων τὰ καταληφθέντα χρήματα ἐν τῷ λιμένι καὶ τοῖς στρατιώταις εἰς διαρπαγὴν ἔδωκεν, ἐκκαλούμενος αὐτῶν τὰς προθυμίας εἰς τὸν πόλεμον.
さらに、港で押収された商人たちの財産を略奪し、兵士たちに略奪品として与え、彼らの戦争への意欲を喚起した。