Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §18.17.1-18.17.8

クランノンの戦いとギリシア同盟の瓦解

18 / 301 箇所 · ギリシア語

要旨

ギリシア軍は兵力不足の中でマケドニア軍と交戦し、テッサリア騎兵の活躍で一時優勢に立つも、歩兵の敗退により高地へ退却する。その後、ギリシア側は講和を模索するが、アンティパトロスによる個別交渉の要求と諸都市の各個攻略により、同盟は瓦解し、アテナイとアイトリアだけが孤立する。

§18.17.1ἱππεῖς δὲ πεντακισχίλιοι.
そして騎兵が五千人であった。
οἱ δὲ Ἕλληνες κατὰ τοῦτον τὸν καιρὸν ἀντεστρατοπέδευσαν πολὺ τοῖς πλήθεσι λειπόμενοι·
一方ギリシア人たちはこのとき、数において大いに劣った状態で対峙して宿営した。
πολλοὶ γὰρ αὐτῶν διὰ τὰς προγεγενημένας εὐημερίας καταφρονοῦντες τῶν πολεμίων εἰς τὰς πατρίδας ἦσαν ἀπεληλυθότες πρὸς τὴν τῶν ἰδίων ἐπίσκεψιν.
なぜなら、彼らの多くは以前の成功ゆえに敵を軽んじ、自分たちの私事を顧みるために自国へ帰ってしまっていたからである。
§18.17.2διʼ ἃς αἰτίας τῶν στρατιωτῶν ἀτακτούντων ὑπολοίπους εἶχον ἐν τῇ παρεμβολῇ πεζοὺς μὲν δισμυρίους καὶ πεντακισχιλίους, ἱππεῖς δὲ τρισχιλίους καὶ πεντακοσίους, ἐν οἷς μάλιστα εἶχον τὰς τῆς νίκης ἐλπίδας διά τε τὰς τῶν ἀνδρῶν ἀρετὰς καὶ διὰ τὸ πεδινὴν ὑποκεῖσθαι χώραν.
このような理由から、兵士たちが規律を欠く中で、彼らが陣営に留めていた残りの兵は、歩兵二万五千、騎兵三千五百であった。 ギリシア人たちは、騎兵たちの勇敢さと、そこが平坦な土地であったことのゆえに、特にこの騎兵たちに勝利の希望を置いていた。
§18.17.3τέλος δὲ τῶν περὶ Ἀντίπατρον καθʼ ἡμέραν προαγόντων τὰς δυνάμεις καὶ προκαλουμένων εἰς μάχην τὸ μὲν πρῶτον ἀνέμενον τοὺς ἀπὸ τῶν πόλεων παραγενησομένους, τῶν δὲ καιρῶν κατεπειγόντων ἠναγκάζοντο συγκαταβαίνειν εἰς τὸν ὑπὲρ τῶν ὅλων κίνδυνον.
ついに、アンティパトロスらが連日軍勢を進めて戦いを挑んできたので、最初は諸都市からの増援が到着するのを待っていたが、事態が逼迫してきたため、国家の運命をかけた決戦に身を投じることを余儀なくされた。
ἐκτάξαντες δὲ τὴν δύναμιν καὶ σπεύδοντες διὰ τῶν ἱππέων κρῖναι τὸν πόλεμον τούτους πρὸ τῆς τῶν πεζῶν φάλαγγος ἔστησαν.
彼らは軍勢を整え、騎兵によって戦争の決着を急ごうとして、彼らを歩兵のファランクスの前に配置した。
§18.17.4γενομένης δὲ ἱππομαχίας καὶ τῶν Θετταλῶν ἱππέων πλεονεκτούντων διὰ τὰς ἀρετὰς οἱ περὶ τὸν Ἀντίπατρον ἐπήγαγον τὴν ἰδίαν φάλαγγα καὶ τοῖς πεζοῖς τῶν πολεμίων ἐπιρράξαντες πολὺν ἐποιοῦντο φόνον.
騎兵戦が始まり、テッサリア騎兵がその勇敢さゆえに優勢に立つと、アンティパトロスらは自らのファランクスを進めて敵の歩兵に激突させ、多大な殺戮を行った。
οἱ δʼ Ἕλληνες τὸ βάρος καὶ τὸ πλῆθος τῶν πολεμίων οὐ δυνάμενοι φέρειν εὐθὺς ἀπεχώρησαν πρὸς τὰς δυσχωρίας, τηροῦντες τὰς τάξεις ἐπιμελῶς.
ギリシア人たちは敵の重圧と多勢に耐えることができず、隊列を注意深く維持しながら、すぐに険路へと退却した。
διὸ καὶ δραξάμενοι τόπων ὑπερδεξίων ῥᾳδίως ἠμύναντο τοὺς Μακεδόνας, ὑπερδέξιον ἔχοντες τὴν στάσιν.
そのため、高地を占拠することで、高い位置に布陣していたので、容易にマケドニア人たちを撃退した。
§18.17.5οἱ δὲ τῶν Ἑλλήνων ἱππεῖς ἐπὶ τοῦ προτερήματος ὄντες, ὡς ἔγνωσαν τὴν τῶν πεζῶν ἀποχώρησιν, εὐθὺς πρὸς ἐκείνους ἀφίππευσαν.
ギリシアの騎兵たちは、優勢に立っていたものの、歩兵が退却したことを知ると、すぐに彼らのところへ引き返した。
τότε μὲν οὖν τοῦτον τὸν τρόπον ἀγωνισάμενοι διελύθησαν, ῥεπούσης τῆς νίκης πρὸς τοὺς Μακεδόνας·
こうしてその時はこのように戦ったのち両軍は離れたが、勝利はマケドニア人たちに傾いていた。
ἀπέθανον δʼ ἐν τῇ μάχῃ τῶν μὲν Ἑλλήνων πλείους τῶν πεντακοσίων, τῶν δὲ Μακεδόνων ἑκατὸν καὶ τριάκοντα.
この戦いでギリシア人は五百人以上が、マケドニア人は百三十人が戦死した。
§18.17.6τῇ δʼ ὑστεραίᾳ Μένων μὲν καὶ Ἀντίφιλος οἱ τῶν Ἑλλήνων ἡγεμόνες συνεδρεύσαντες ἐβουλεύσαντο πότερον ἀναμείναντες τοὺς ἀπὸ τῶν πόλεων συμμάχους καὶ καταστάντες ἀξιόμαχοι περὶ τῶν ὅλων διακρίνωνται ἢ τῷ παρόντι καιρῷ συνείξαντες πρεσβεύωνται περὶ διαλύσεως.
翌日、ギリシアの将軍たちであるメノンとアンティフィロスは協議会を開き、諸都市からの同盟軍を待って戦闘に十分な態勢を整えたうえで決戦に臨むべきか、それとも現在の状況に屈して和解の交渉を行うべきかを議論した。
ἔδοξεν οὖν ἀποστέλλειν κήρυκας περὶ τῆς τοῦ πολέμου καταλύσεως.
そこで、戦争の終結に関する伝令官を派遣することに決定した。
§18.17.7πραξάντων δʼ αὐτῶν τὸ δόξαν ἀπεκρίθησαν οἱ περὶ τὸν Ἀντίπατρον κατὰ πόλεις πρεσβεύειν·
彼らがこの決定を実行すると、アンティパトロスらは、個々の都市ごとに交渉を行うべきだと返答した。
οὐδενὶ γὰρ τρόπῳ κοινὴν σύλλυσιν ποιήσεσθαι.
いかなる方法によっても共同での和解は行わないというのである。
τῶν δὲ Ἑλλήνων οὐ προσδεχομένων τὰς κατὰ πόλιν διαλύσεις οἱ μὲν περὶ τὸν Ἀντίπατρον καὶ Κρατερὸν ἐπολιόρκουν τὰς ἐπὶ Θετταλίας πόλεις καὶ κατὰ κράτος ᾕρουν, μὴ δυναμένων τῶν Ἑλλήνων βοηθεῖν.
しかしギリシア人たちが都市個別の和解を受け入れなかったため、アンティパトロスとクラテロスらはテッサリアの諸都市を包囲して力づくで攻略し、ギリシア人たちはこれを救援することができなかった。
διὸ καὶ τῶν πόλεων περιφόβων οὐσῶν καὶ κατʼ ἰδίαν ἑκάστης πρεσβευούσης περὶ διαλύσεως πάσαις συγχωρῶν τὴν εἰρήνην ἐπιεικῶς προσεφέρετο.
このため、諸都市は恐怖に陥り、それぞれが個別に和解の使節を送ると、アンティパトロスはそれらすべてに平和を容認して、寛大に対処した。
§18.17.8διόπερ ἐμπεσούσης ὁρμῆς εἰς τὰς πόλεις ἰδίᾳ πορίζεσθαι τὴν σωτηρίαν ταχὺ πᾶσαι τῆς εἰρήνης ἔτυχον.
それゆえ、個別に安全を確保しようという衝動が諸都市に起こり、速やかにすべての都市が平和を得た。
οἱ δʼ ἀλλοτριώτατα διακείμενοι πρὸς τοὺς Μακεδόνας Αἰτωλοὶ καὶ Ἀθηναῖοι, συμμάχων ὄντες ἔρημοι, μετὰ τῶν ἰδίων στρατηγῶν ἐβουλεύοντο περὶ τοῦ πολέμου.
マケドニア人に対して最も敵対的な態度をとっていたアイトリア人とアテナイ人は、同盟者を失って孤立し、自らの将軍たちと共に戦争について協議した。

語釈・文法注

  1. 18.17.1τῶν ἰδίων — 「自分自身の(私的な)事柄」を意味する中性複数属格として解釈。男性複数として「自分の身内」と取ることも可能だが、兵士たちが公的な軍務を離れて私的な用事や自らの領地を顧みるために帰郷したという文脈に合致する。
  2. 18.17.2τῶν στρατιωτῶν ἀτακτούντων — 絶対属格。動詞「規律を欠く、隊列を乱す」の現在分詞であり、多くの兵士が勝手に離隊して不在であった「無秩序な」状況(前文の帰郷の件)を原因として説明している。
  3. 18.17.3τῶν ὅλων — 「全体」を意味する中性複数名詞の属格。名詞「危険」を伴った慣用句は「国家の浮沈(大局)をかけた決戦・危機」を意味する。
  4. 18.17.7πρεσβεύειν — 動詞「彼らは答えた」に続く不定法で、ギリシア人たちに対する要求「(個別都市として)使節を送るべきである」を表す。不定詞の意味上の主語は対格で明示されていないが、文脈上、ギリシアの諸都市を指す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §18.17.1-18.17.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.17.1-18.17.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。