Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §18.18.1-18.18.9

雅典投降与安提帕特确立寡头政体

第 19 段,共 301 段 · 希腊语

内容简介

安提帕特向雅典进军,要求其无条件投降,并建立基于财产评估的寡头政体,同时整顿其他希腊城市。与此同时,佩尔迪卡斯使流亡的萨摩斯人返回祖国。

§18.18.1Ἀντίπατρος δὲ διὰ ταύτης τῆς στρατηγίας διαλύσας τὸ σύστημα τῶν Ἑλλήνων ἤγαγε τὴν δύναμιν πᾶσαν ἐπὶ τοὺς Ἀθηναίους.
安提帕特通过这一战略瓦解了希腊人的联盟,率领全军直逼雅典人。
ὁ δὲ δῆμος ἐρημωθεὶς τῆς τῶν συμμάχων βοηθείας ἐν ἀπορίᾳ πολλῇ καθειστήκει· πάντων δὲ καταφερομένων ἐπὶ τὸν Δημάδην καὶ βοώντων τοῦτον ἐκπέμπειν πρεσβευτὴν πρὸς Ἀντίπατρον ὑπὲρ τῆς εἰρήνης οὗτος μὲν καλούμενος σύμβουλος οὐχ ὑπήκουσεν·
而雅典民众失去了盟友的援助,陷入了极大的困境;当所有人纷纷向德马德斯施压,大喊着派遣他作为使者前往安提帕特处谈判求和时,他虽被召请担任顾问,却并未应允。
§18.18.2ἦν γὰρ τρὶς ἡλωκὼς παρανόμων καὶ διὰ τοῦτο γεγονὼς ἄτιμος καὶ κωλυόμενος ὑπὸ τῶν νόμων συμβουλεύειν· ἀπολαβὼν δὲ τὴν ἐπιτιμίαν ὑπὸ τοῦ δήμου παραχρῆμα ἐξεπέμφθη πρεσβευτὴς μετὰ Φωκίωνος καί τινων ἑτέρων.
因为他曾三次因提出违法提案而被判有罪,并因此被剥夺了公民权,依法律被禁止担任顾问;但在民会恢复其公民权后,他立即与福基翁及其他一些人一同被派充使者。
§18.18.3τοῦ δʼ Ἀντιπάτρου διακούσαντος τῶν λόγων καὶ δόντος ἀπόκρισιν ὡς ἄλλως οὐ μὴ συλλύσηται τὸν πρὸς Ἀθηναίους πόλεμον, ἐὰν μὴ τὰ καθʼ ἑαυτοὺς ἐπιτρέψωσιν αὐτῷ ʽκαὶ γὰρ ἐκείνους συγκλείσαντας εἰς Λάμιαν τὸν Ἀντίπατρον τὰς αὐτὰς ἀποκρίσεις πεποιῆσθαι πρεσβεύσαντος αὐτοῦ περὶ τῆς εἰρήνησʼ ὁ δῆμος οὐκ ὢν ἀξιόμαχος ἠναγκάσθη τὴν ἐπιτροπὴν καὶ τὴν ἐξουσίαν πᾶσαν Ἀντιπάτρῳ δοῦναι περὶ τῆς πόλεως.
安提帕特听取了他们的陈述,并答复说,除非雅典人将自身的一切事务都全权委托给他,否则他绝不结束对雅典人的战争(因为实际上,当初雅典人将安提帕特围困在拉米亚、而他派使者谈判求和时,雅典人也做出了完全相同的答复)。 由于无法与之抗衡,民众被迫将关于城市的所有决定权和支配权都交给了安提帕特。
§18.18.4ὁ δὲ φιλανθρώπως αὐτοῖς προσενεχθεὶς συνεχώρησεν ἔχειν τήν τε πόλιν καὶ τὰς κτήσεις καὶ τἄλλα πάντα·
然而,他宽大地理待他们,允许他们保留城市、财产以及其他一切。
τὴν δὲ πολιτείαν μετέστησεν ἐκ τῆς δημοκρατίας καὶ προσέταξεν ἀπὸ τιμήσεως εἶναι τὸ πολίτευμα καὶ τοὺς μὲν κεκτημένους πλείω δραχμῶν δισχιλίων κυρίους εἶναι τοῦ πολιτεύματος καὶ τῆς χειροτονίας, τοὺς δὲ κατωτέρω τῆς τιμήσεως ἅπαντας ὡς ταραχώδεις ὄντας καὶ πολε μικοὺς ἀπήλασε τῆς πολιτείας καὶ τοῖς βουλομένοις χώραν ἔδωκεν εἰς κατοίκησιν ἐν τῇ Θρᾴκῃ.
但他将政体由民主制改变,规定国家政权应基于财产估值,凡拥有两千德拉克马以上财产者,即为政权和投票权的掌握者;而凡在估值以下的所有人,由于他们容易滋事且好战,他便剥夺了他们的公民权,并向其中有意愿的人提供了在色雷斯定居的土地。
§18.18.5οὗτοι μὲν οὖν ὄντες πλείους τῶν μυρίων καὶ δισχιλίων μετεστάθησαν ἐκ τῆς πατρίδος, οἱ δὲ τὴν ὡρισμένην τίμησιν ἔχοντες περὶ ἐννακισχιλίους ἀπεδείχθησαν κύριοι τῆς τε πόλεως καὶ χώρας καὶ κατὰ τοὺς Σόλωνος νόμου ἐπολιτεύοντο· πάντες δὲ τὰς οὐσίας εἰάθησαν ἔχειν ἀναφαιρέτους.
于是,这一万二千多名被剥夺公民权的人迁离了祖国;而拥有规定财产估值者约有九千人,被确立为城市和领土的主人,并根据梭伦的法律实行自治;所有人都被允许保留自己的财产而不受剥夺。
φρούραρχον δὲ Μένυλλον καὶ φρουρὰν ἠναγκάσθησαν δέξασθαι τὴν οὐκ ἐπιτρέψουσαν οὐδενὶ νεωτερίζειν.
然而,他们被迫接受了一支卫队和守备司令梅尼鲁斯,用以防范任何企图进行变革的行为。
§18.18.6περὶ δὲ τῆς Σάμου τὴν ἀναφορὰν ἐπὶ τοὺς βασιλεῖς ἐποιήσαντο.
关于萨摩斯岛,他们将其上报给国王们裁决。
Ἀθηναῖοι μὲν οὖν παρʼ ἐλπίδα φιλανθρωπευθέντες ἔτυχον τῆς εἰρήνης καὶ τὸ λοιπὸν ἀταράχως πολιτευόμενοι καὶ τὴν χώραν ἀδεῶς καρπούμενοι ταχὺ ταῖς οὐσίαις προσανέδραμον.
于是,雅典人出乎意料地获得了宽大对待,赢得了和平,此后他们平静地参与国政,无所畏惧地收获土地的果实,很快便恢复了财富。
§18.18.7ὁ δʼ Ἀντίπατρος ἐπανελθὼν εἰς τὴν Μακεδονίαν τὸν μὲν Κρατερὸν ταῖς ἁρμοζούσαις τιμαῖς τε καὶ δωρεαῖς ἐκόσμησε καὶ τῶν θυγατέρων μίαν συνοικίσας αὐτῷ τὴν πρεσβυτάτην Φίλαν τὴν εἰς τὴν Ἀσίαν ἐπάνοδον συγκατεσκεύασεν.
而安提帕特返回马其顿后,向克拉特鲁斯授予了适宜的荣誉和礼物,并将自己的长女菲拉嫁给他,共同筹备他返回亚洲的事宜。
§18.18.8ὁμοίως δὲ καὶ ταῖς ἄλλαις Ἑλληνίσι πόλεσιν ἐπιεικῶς προσενεχθείς καὶ τὰ πολιτεύματα συναγαγὼν καὶ καλῶς καταστήσας ἐπαίνων καὶ στεφάνων ἔτυχεν.
同样地,他也宽大地对待了其他希腊城市,重组并良好地确立了它们的政体,因而获得了赞誉和冠冕。
§18.18.9ὀ δὲ Περδίκκας ἀποκαταστήσας τοῖς Σαμίοις τήν τε πόλιν καὶ χώραν κατήγαγεν αὐτοὺς εἰς τὴν πατρίδα, πεφευγότας ἔτη τρισὶ πλείω τῶν τεσσαράκοντα.
而佩尔迪卡斯将城市和领土归还给萨摩斯人,将他们送回了祖国,此前他们已经流亡了四十三年。

词汇与语法注释

  1. 18.18.1καταφερομένων ἐπὶ τὸν Δημάδην — 意为“逼向德马德斯”或“向德马德斯施压”。动词 καταφέρομαι 与介词 ἐπί 连用,表示人们带着责备或诉求涌向、逼迫某人。
  2. 18.18.2ἡλωκὼς παρανόμων — 表示在针对违法提案的公诉(γραφή παρανόμων)中被判有罪。ἡλωκώς 是 ἁλίσκομαι(被判有罪)的完成时主动分词(具被动意义),罪名用属格(παρανόμων)表示。
  3. 18.18.3καὶ γὰρ ἐκείνους συγκλείσαντας εἰς Λάμιαν τὸν Ἀντίπατρον τὰς αὐτὰς ἀποκρίσεις πεποιῆσθαι πρεσβεύσαντος αὐτοῦ περὶ τῆς εἰρήνης — 间接引语中的“对格加不定式”结构。不定式 πεποιῆσθαι 的逻辑主语是 ἐκείνους(雅典人),分词 συγκλείσαντας(围困)与其一致。τὸν Ἀντίπατρον 是该分词的宾语。πρεσβεύσαντος αὐτοῦ(当他派遣使者时)是指代安提帕特的属格绝对结构。
  4. 18.18.5τὴν οὐκ ἐπιτρέψουσαν — 修饰前项 φρουράν(卫队)的将来时分词。带否定词 οὐ 的将来时分词表示目的或意图(“为了不容许……”或“将不容许……”)。
  5. 18.18.9ἔτη τρισὶ πλείω τῶν τεσσαράκοντα — “比四十年多三年”,即“四十三年”。τρισί 是表示差异程度的与格,修饰 πλείω(更多),τῶν τεσσαράκοντα 是比较属格。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §18.18.1-18.18.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.18.1-18.18.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。