§18.14.1κατὰ δὲ τὴν Ἀσίαν τῶν μεμερισμένων τὰς σατραπείας Πτολεμαῖος μὲν ἀκινδύνως παρέλαβε τὴν Αἴγυπτον καὶ τοῖς μὲν ἐγχωρίοις φιλανθρώπως προσεφέρετο, παραλαβὼν δὲ ὀκτακισχίλια τάλαντα μισθοφόρους ἤθροιζε καὶ δυνάμεις παρεσκευάζετο·
アジアにおいては、サトラペイアを分配された者たちのうち、プトレマイオスは危険を冒すことなくエジプトを受け取り、現地の住民には寛大に接した。 そして八千タラントンを受け取ると、傭兵を集めて軍備を整えた。
συνέτρεχε δὲ καὶ φίλων πλῆθος πρὸς αὐτὸν διὰ τὴν ἐπιείκειαν.
また、彼の温厚さゆえに、多くの友人たちも彼の元に集まってきた。
§18.14.2πρὸς δὲ Ἀντίπατρον διαπρεσβευόμενος κοινοπραγίαν συνέθετο, σαφῶς εἰδὼς ὅτι Περδίκκας ἐπιβαλεῖται παρελέσθαι τὴν τῆς Αἰγύπτου σατραπείαν.
また彼は、ペルディッカスがエジプトのサトラペイアを奪い取ろうと企てるであろうことを明確に知っていたので、アンティパトロスに使節を送って共同闘争の盟約を結んだ。
Λυσίμαχος δʼ ἐπιβαλὼν τοῖς κατὰ τὴν Θρᾴκην τόποις καὶ καταλαβὼν Σεύθην τὸν βασιλέα κατεστρατοπεδευκότα πεζοῖς μὲν δισμυρίοις, ἱππεῦσι δʼ ὀκτακισχιλίοις οὐ κατεπλάγη τὸ μέγεθος τῆς δυνάμεως.
一方、リュシマコスはトラキア地方に入り、王セウテスが歩兵二万、騎兵八千を率いて布陣しているのを見出したが、その軍勢の規模に怯まなかった。
ἔχων δὲ τοὺς σύμπαντας πεζοὺς μὲν οὐ πλείους τῶν τετρακισχιλίων, ἱππεῖς δὲ δισχιλίους συνῆψε μάχην τοῖς βαρβάροις.
そして、彼は総勢で歩兵四千以下、騎兵二千しか擁していなかったが、異民族と戦闘を交えた。
§18.14.3ταῖς μὲν οὖν ἀνδραγαθίαις προεῖχεν αὐτῶν, τοῖς δὲ πλήθεσι λειπόμενος καρτερὰν μάχην συνεστήσατο καὶ πολλοὺς μὲν τῶν ἰδίων ἀποβαλών, πολλαπλασίους δʼ ἀποκτείνας ἐπανῆλθεν εἰς τὴν στρατοπεδείαν ἀμφίδοξον ἔχων τὴν νίκην.
彼は勇敢さにおいては敵に勝っていたものの、兵数においては劣っていたため、激しい戦闘を繰り広げ、味方を多く失い、その何倍もの敵を倒したものの、勝利の行方が定まらないまま宿営地へと引き揚げた。
§18.14.4τότε μὲν οὖν ἐχωρίσθησαν ἐκ τῶν τόπων αἱ παρʼ ἀμφοτέροις δυνάμεις καὶ παρασκευὰς μείζους ἐποιοῦντο πρὸς τὴν τῶν ὅλων ἐπίθεσιν.
その時は双方の軍勢がその地から撤退し、決戦に向けてより大規模な準備を進めた。
Λεοννάτος δέ, παραγενομένου πρὸς αὐτὸν Ἑκαταίου πρεσβευτοῦ καὶ δεομένου βοηθῆσαι τὴν ταχίστην Ἀντιπάτρῳ καὶ Μακεδόσιν, ἐπηγγείλατο συμμαχήσειν.
一方、レオンナトスは、ヘカタイオスが使節として彼のもとに来て、アンティパトロスとマケドニア人を一刻も早く救援するよう求めたため、援軍を率いて参戦することを約束した。
§18.14.5διαβὰς οὖν εἰς τὴν Εὐρώπην καὶ καταντήσας εἰς Μακεδονίαν προσελάβετο πολλοὺς στρατιώτας Μακεδόνας·
そこで彼はヨーロッパへ渡ってマケドニアに到着すると、多くのマケドニア兵を自軍に加えた。
ἀθροίσας δὲ τοὺς ἅπαντας πεζοὺς μὲν πλείους τῶν δισμυρίων, ἱππεῖς δὲ χιλίους καὶ πεντακοσίους προῆγεν διὰ τῆς Θετταλίας ἐπὶ τοὺς πολεμίους.
そして総勢で歩兵二万人以上、騎兵千五百人を集めると、テッサリアを通って敵に向かって進軍した。