§5.74.1ταῖς δὲ Μούσαις δοθῆναι παρὰ τοῦ πατρὸς τὴν τῶν γραμμάτων εὕρεσιν καὶ τὴν τῶν ἐπῶν σύνθεσιν τὴν προσαγορευομένην ποιητικήν.
また、ムーサたちには、父親から文字の発明と、詩作と呼ばれる詩句の合成が与えられたと言われている。
πρὸς δὲ τοὺς λέγοντας, ὅτι Σύροι μὲν εὑρεταὶ τῶν γραμμάτων εἰσί, παρὰ δὲ τούτων Φοίνικες μαθόντες τοῖς Ἕλλησι παραδεδώκασιν, οὗτοι δʼ εἰσὶν οἱ μετὰ Κάδμου πλεύσαντες εἰς τὴν Εὐρώπην, καὶ διὰ τοῦτο τοὺς Ἕλληνας τὰ γράμματα Φοινίκεια προσαγορεύειν, φασὶ τοὺς Φοίνικας οὐκ ἐξ ἀρχῆς εὑρεῖν, ἀλλὰ τοὺς τύπους τῶν γραμμάτων μεταθεῖναι μόνον, καὶ τῇ τε γραφῇ ταύτῃ τοὺς πλείστους τῶν ἀνθρώπων χρήσασθαι καὶ διὰ τοῦτο τυχεῖν τῆς προειρημένης προσηγορίας.
これに対して、シリア人が文字の発明者であり、フェニキア人が彼らから学んでギリシア人に伝達したのであり、このフェニキア人とはカドモスとともにヨーロッパへ航海した人々であって、このためにギリシア人は文字をフェニキア文字と呼んでいる、と主張する人々に対しては、人々は次のように言っている。 すなわち、フェニキア人は最初から文字を発明したのではなく、ただ文字の形を修正しただけであり、大部分の人々がこの表記法を用いたために、前述の名称を得るに至ったのである、と。
§5.74.2Ἥφαιστον δὲ λέγουσιν εὑρετὴν γενέσθαι τῆς περὶ τὸν σίδηρον ἐργασίας ἁπάσης καὶ τῆς περὶ τὸν χαλκὸν καὶ χρυσὸν καὶ ἄργυρον καὶ τῶν ἄλλων ὅσα τὴν ἐκ τοῦ πυρὸς ἐργασίαν ἐπιδέχεται, καὶ τὰς ἄλλας δὲ χρείας τὰς τοῦ πυρὸς ἁπάσας προσεξευρεῖν καὶ παραδοῦναι τοῖς τε τὰς τέχνας ἐργαζομένοις καὶ τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις·
また、ヘパイストスについては、鉄に関するすべての加工、および銅、金、銀、その他火による加工を受け入れるすべてのものに関する加工の発明者となったと言われており、また火の他のすべての実用的用途をもさらに発明し、技術を営む者たちや他のすべての人々に伝授したと言われている。
§5.74.3διόπερ οἱ τῶν τεχνῶν τούτων δημιουργοὶ τὰς εὐχὰς καὶ θυσίας τούτῳ τῷ θεῷ μάλιστα ποιοῦσι, καὶ τὸ πῦρ οὗτοί τε καὶ πάντες ἄνθρωποι προσαγορεύουσιν Ἥφαιστον, εἰς μνήμην καὶ τιμὴν ἀθάνατον τιθέμενοι τὴν ἐξ ἀρχῆς τῷ κοινῷ βίῳ δεδομένην εὐεργεσίαν.
それゆえ、これらの技術の職人たちは、この神に対して最も多く祈りと犠牲を捧げており、彼らや他のすべての人々は火をヘパイストスと呼んでいる。 それは、当初から共同の生活に与えられた恩恵を、不滅の記憶と名誉にするためである。
§5.74.4τὸν Ἄρην δὲ μυθολογοῦσι πρῶτον κατασκευάσαι πανοπλίαν καὶ στρατιώτας καθοπλίσαι καὶ τὴν ἐν ταῖς μάχαις ἐναγώνιον ἐνέργειαν εἰσηγήσασθαι, φονεύοντα τοὺς ἀπειθοῦντας τοῖς θεοῖς.
また、アレスについては、彼が最初に全身用甲冑を製造し、兵士たちを武装させ、戦いにおける戦闘行為を導入し、神々に従わない者たちを殺害した、と神話は語っている。
§5.74.5Ἀπόλλωνα δὲ τῆς κιθάρας εὑρετὴν ἀναγορεύουσι καὶ τῆς κατʼ αὐτὴν μουσικῆς·
また、アポロンについては、キタラおよびこれに伴う音楽の発明者であると人々は宣言している。
ἔτι δὲ τὴν ἰατρικὴν ἐπιστήμην ἐξενεγκεῖν διὰ τῆς μαντικῆς τέχνης γινομένην, διʼ ἧς τὸ παλαιὸν συνέβαινε θεραπείας τυγχάνειν τοὺς ἀρρωστοῦντας·
さらに、予言術を通じて行われる医術の知識をもたらしたとも言われており、これによって古くは病気の人々が治療を得るのが常であった。
εὑρετὴν δὲ καὶ τοῦ τόξου γενόμενον διδάξαι τοὺς ἐγχωρίους τὰ περὶ τὴν τοξείαν, ἀφʼ ἧς αἰτίας μάλιστα παρὰ τοῖς Κρησὶν ἐζηλῶσθαι τὴν τοξικὴν καὶ τὸ τόξον Κρητικὸν ὀνομασθῆναι.
また、彼は弓の発明者ともなり、土地の住人たちに弓術に関する事柄を教え、この原因から特にクレタ人の間で弓術が熱心に追求され、弓がクレタの弓と呼ばれるようになったと言われている。
§5.74.6Ἀπόλλωνος δὲ καὶ Κορωνίδος Ἀσκληπιὸν γενηθέντα, καὶ πολλὰ παρὰ τοῦ πατρὸς τῶν εἰς ἰατρικὴν μαθόντα, προσεξευρεῖν τήν τε χειρουργίαν καὶ τὰς τῶν φαρμάκων σκευασίας καὶ ῥιζῶν δυνάμεις, καὶ καθόλου προβιβάσαι τὴν τέχνην ἐπὶ τοσοῦτον, ὥστε ὡς ἀρχηγὸν αὐτῆς καὶ κτίστην τιμᾶσθαι.
また、アポロンとコロニスの間に生まれたアスクレピオスは、医術に関する多くのことを父親から学び、外科手術や薬の調合、根の効能をさらに発明し、全体としてこの技術を大いに発展させたため、その先駆者また設立者として崇められるようになったと言われている。