§5.62.1ἔστι δʼ ἐν Καστάβῳ τῆς Χερρονήσου ἱερὸν ἅγιον Ἡμιθέας, ἧς τὴν περιπέτειαν οὐκ ἄξιον παραλιπεῖν.
ケルロネソスのカスタボスにはヘミテアの神聖な神殿があり、彼女の被った数奇な運命は語り残すに値しない。
πολλοὶ μὲν οὖν καὶ ποικίλοι λόγοι περὶ ταύτης παραδέδονται· τὸν δʼ ἐπικρατοῦντα καὶ συμφωνούμενον παρὰ τοῖς ἐγχωρίοις διέξιμεν.
彼女については多くの様々な物語が伝えられているが、現地の人々の間で最も有力で一致しているものを我々は詳しく述べることにしよう。
Σταφύλου γὰρ καὶ Χρυσοθέμιδός φασι γενέσθαι τρεῖς θυγατέρας, Μολπαδίαν καὶ Ῥοιὼ καὶ Παρθένον ὄνομα.
すなわち、スタピュロスとクリュソテミスの間には3人の娘、モルパディア、ロイオ、そしてパルテノスという名の娘たちが生まれたという。
καὶ τῇ μὲν Ῥοιοῖ τὸν Ἀπόλλωνα μιγέντα ἔγκυον ποιῆσαι· τὸν δὲ πατέρα αὐτῆς ὡς ὑπʼ ἀνθρώπου τῆς φθορᾶς γεγενημένης ὀργισθῆναι, καὶ διὰ τοῦτο τὴν θυγατέρα εἰς λάρνακα συγκλείσαντα βαλεῖν εἰς τὴν θάλατταν.
そしてアポロンがロイオと交わって彼女を身ごもらせたが、彼女の父親は、その純潔の喪失が人間によってなされたものと考えて怒り、このために娘を箱に閉じ込めて海に投げ捨てた。
§5.62.2προσενεχθείσης δὲ τῆς λάρνακος τῇ Δήλῳ τεκεῖν ἄρρενα, καὶ προσαγορεῦσαι τὸ παιδίον Ἄνιον.
その箱がデロス島に漂着したとき、彼女は男子を産み、その子供をアニオスと名付けた。
τὴν δὲ Ῥοιὼ παραδόξως σωθεῖσαν ἀναθεῖναι τὸ βρέφος ἐπὶ τὸν βωμὸν τοῦ Ἀπόλλωνος, καὶ ἐπεύξασθαι τῷ θεῷ, εἰ ἔστιν ἐξ ἐκείνου, σώζειν αὐτό.
奇跡的に救われたロイオは、その赤ん坊をアポロンの祭壇の上に捧げ、もし彼がその神の子であるならば彼を救ってくださるよう神に祈った。
τὸν δʼ Ἀπόλλωνα μυθολογοῦσι τότε μὲν κρύψαι τὸ παιδίον, ὕστερον δὲ φροντίσαντα τῆς τροφῆς διδάξαι τὴν μαντικήν, καί τινας αὐτῷ περιτιθέναι μεγάλας τιμάς.
人々が語る神話によれば、アポロンはその時その子供を隠したが、後になってその養育を気にかけて予言術を教え、彼に多大な名誉を与えたという。
§5.62.3τὰς δὲ τῆς φθαρείσης ἀδελφὰς Μολπαδίαν καὶ Παρθένον φυλαττούσας τὸν τοῦ πατρὸς οἶνον, προσφάτως κατʼ ἀνθρώπους εὑρημένον, εἰς ὕπνον κατενεχθῆναι·
一方、純潔を失った娘の姉妹たちであるモルパディアとパルテノスは、人間たちの間で最近発見されたばかりの父親のワインを見張っていたが、眠りに落ちてしまった。
καθʼ ὃν δὴ καιρὸν τὰς τρεφομένας παρʼ αὐτοῖς ὗς εἰσελθεῖν, καὶ τόν τε ἔχοντα τὸν οἶνον κέραμον συντρῖψαι καὶ τὸν οἶνον διαφθεῖραι.
まさにその時、彼女らのところで飼われていた豚たちが入り込み、ワインの入った甕を粉々に砕いてワインを台無しにしてしまった。
τὰς δὲ παρθένους μαθούσας τὸ γεγονός, καὶ φοβηθείσας τὸ ἀπότομον τοῦ πατρός, φυγεῖν ἐπὶ τὸν αἰγιαλὸν καὶ ἀπό τινων πετρῶν ὑψηλῶν ἑαυτὰς ῥῖψαι.
乙女たちは起こったことを知り、父親の厳格さを恐れて、海岸へと逃げ、高い岩から身を投げた。
§5.62.4Ἀπόλλωνα δὲ διὰ τὴν οἰκειότητα τὴν πρὸς τὴν ἀδελφὴν ὑπολαβόντα τὰς κόρας εἰς τὰς ἐν Χερρονήσῳ πόλεις καταστῆσαι.
アポロンは、彼女たちの姉妹との親しい関係のために、この乙女たちを受け止めて、ケルロネソスの諸都市へと連れて行った。
καὶ τὴν μὲν ὀνομαζομένην Παρθένον ἐποίησεν ἐν Βουβαστῷ τῆς Χερρονήσου τιμὰς ἔχειν καὶ τέμενος, Μολπαδίαν δὲ εἰς Κάσταβον ἐλθοῦσαν διὰ τὴν ἀπὸ τοῦ θεοῦ γενομένην ἐπιφάνειαν Ἡμιθέαν ὠνομάσθαι καὶ τιμᾶσθαι παρὰ πᾶσι τοῖς ἐν Χερρονήσῳ.
そして、パルテノスと呼ばれる娘には、ケルロネソスのブバストスにおいて名誉と聖域を持たせ、モルパディアはカスタボスへと赴き、神による顕現がなされたことから、ヘミテアと名付けられてケルロネソスのすべての人々の間で崇められるようになった。
§5.62.5ἐν δὲ ταῖς θυσίαις αὐτῆς διὰ τὸ συμβὰν περὶ τὸν οἶνον πάθος τὰς μὲν σπονδὰς μελικράτῳ ποιοῦσι, τὸν δʼ ἁψάμενον ἢ φαγόντα ὑὸς οὐ νόμιμον προσελθεῖν πρὸς τὸ τέμενος.
彼女への犠牲式においては、ワインに関して起こった不幸な出来事のために、献酒は蜂蜜水で行われ、豚に触れたりその肉を食べたりした者が聖域に立ち入ることは、掟によって禁じられている。