§5.61.1μετὰ δὲ ταῦτα Τριόπαν, ἕνα τῶν Ἡλίου καὶ Ῥόδου παίδων, φεύγοντα διὰ τὸν Τενάγεω τοῦ ἀδελφοῦ φόνον εἰς τὴν Χερρόνησον ἀφικέσθαι.
その後、ヘリオスとロドスの子の一人であるトリオパスが、兄弟のテナゲスを殺害したことによる亡命のためにケルロネソスに到着したという。
ἐνταῦθα δὲ καθαρθέντα τὸν φόνον ὑπὸ Μελισσέως τοῦ βασιλέως εἰς τὴν Θετταλίαν πλεῦσαι ἐπὶ συμμαχίαν τοῖς Δευκαλίωνος παισί, καὶ συνεκβαλεῖν ἐκ τῆς Θετταλίας τοὺς Πελασγούς,
そして、そこでメリッセウス王によってその殺害の罪を清められた後、デウカリオンの子らと同盟を結ぶためにテッサリアへと航海し、テッサリアからペラスゴイ人をともに追い出した。
§5.61.2καὶ μερίσασθαι τὸ καλούμενον Δώτιον πεδίον.
そして、いわゆるドティオン平原を分割した。
ἐνταῦθα δὲ τὸ τέμενος τῆς Δήμητρος ἐκκόψαντα τῇ ὕλῃ καταχρῆσθαι πρὸς βασιλείων κατασκευήν·
そこでデメテルの聖域の樹木を切り倒し、その木材を宮殿の建設に使い果たした。
δι’ ἣν αἰτίαν ὑπὸ τῶν ἐγχωρίων μισηθέντα φυγεῖν ἐκ Θετταλίας, καὶ καταπλεῦσαι μετὰ τῶν συμπλευσάντων λαῶν εἰς τὴν Κνιδίαν, ἐν ᾗ κτίσαι τὸ καλούμενον ἀπʼ αὐτοῦ Τριόπιον.
このことが原因で現地の人々に憎まれ、テッサリアから逃亡し、ともに航海した人々とともにクニディアへと船を寄せ、その地で自らにちなんで名付けられたトリオピオンを建設したという。
§5.61.3ἐντεῦθεν δʼ ὁρμώμενον τήν τε Χερρόνησον κατακτήσασθαι καὶ τῆς ὁμόρου Καρίας πολλήν.
そこから出発して、彼はケルロネソスと、隣接するカリアの多くの部分を征服した。
περὶ δὲ τοῦ γένους τοῦ Τριόπα πολλοὶ τῶν συγγραφέων καὶ ποιητῶν διαπεφωνήκασιν·
トリオパスの系譜については、多くの歴史家や詩人の意見が異なっている。
οἱ μὲν γὰρ ἀναγράφουσιν αὐτὸν υἱὸν εἶναι Κανάχης τῆς Αἰόλου καὶ Ποσειδῶνος, οἱ δὲ Λαπίθου τοῦ Ἀπόλλωνος καὶ Στίλβης τῆς Πηνειοῦ.
ある人々は彼をアイオロスの娘カナケとポセイドンの息子であると記述し、他の人々はアポロンの息子ラピテスとペネイオスの娘スティルベの息子であるとしている。