§5.60.1ἐπεὶ δὲ ταῖς Ῥοδίων πράξεσι τῆς κατʼ ἀντιπέρας Χερρονήσου ἔνια συμπεπλέχθαι συμβέβηκεν, οὐκ ἀνοίκειον ἡγοῦμαι περὶ αὐτῶν διελθεῖν.
ロドス人の出来事に対岸のケルロネソスのいくつかの出来事が絡み合っているため、それらについて記述することは無益ではないと私は考える。
ἡ Χερρόνησος τοίνυν τὸ παλαιόν, ὡς μέν τινές φασιν, ἀπὸ τοῦ τόπου τῆς φύσεως ὄντος ἰσθμώδους ταύτης ἔτυχε τῆς προσηγορίας·
さて、ケルロネソスは、古代においては、ある人々が言うには、その土地の性質が地峡状であったことからこの名称を得た。
ὡς δέ τινες ἀναγεγράφασιν, ἀπὸ τοῦ δυναστεύσαντος τῶν τόπων ὄνομα Χερρονήσου προσηγόρευται.
しかし、別の人々が書き残しているところでは、その地域を支配したケルロネソスという名にちなんで名付けられたという。
§5.60.2οὐ πολλῷ δʼ ὕστερον τῆς τούτου δυναστείας λέγεται πέντε Κούρητας ἐκ Κρήτης εἰς αὐτὴν περαιωθῆναι·
この者の支配からそう遠くない後、5人のクレテスがクレタからここへ渡ってきたと言われている。
τούτους δʼ ἀπογόνους γεγονέναι τῶν ὑποδεξαμένων Δία παρὰ τῆς μητρὸς Ῥέας καὶ θρεψάντων ἐν τοῖς κατὰ τὴν Κρήτην Ἰδαίοις ὄρεσι.
彼らは、母レアからゼウスを受け取り、クレタのイダ山中で育てた者たちの子孫であったという。
§5.60.3στόλῳ δʼ ἀξιολόγῳ πλεύσαντας εἰς τὴν Χερρόνησον τοὺς μὲν κατοικοῦντας αὐτὴν Κᾶρας ἐκβαλεῖν, αὐτοὺς δὲ κατοικήσαντας τὴν μὲν χώραν εἰς πέντε μέρη διελεῖν, καὶ πόλιν ἕκαστον κτίσαι θέμενον ἀφʼ ἑαυτοῦ τὴν προσηγορίαν.
彼らは立派な艦隊を率いてケルロネソスへと航海し、そこに住んでいたカリア人たちを追い出し、自らそこに定住して、土地を5つの部分に分割し、各自が自らの名にちなんだ都市を建設した。
§5.60.4οὐ πολὺ δὲ τούτων κατόπιν Ἴναχον τὸν Ἀργείων βασιλέα, ἀφανισθείσης τῆς θυγατρὸς Ἰοῦς, ἐξαποστεῖλαι Κύρνον, ἕνα τῶν ἡγεμονικῶν ἀνδρῶν, δόντα αὐτῷ στόλον ἀξιόλογον, καὶ προστάξαι ζητεῖν ἐν παντὶ τόπῳ τὴν Ἰώ, καὶ μὴ ἐπανελθεῖν, ἐὰν μὴ ταύτης ἐγκρατὴς γένηται.
これらよりさほど遅くない頃、アルゴス人の王イナコスは、娘のイオが行方不明になったため、指導者の一人であるキルノスに立派な艦隊を与えて派遣し、あらゆる場所でイオを捜索し、彼女を確保するまでは戻ってはならないと命じた。
§5.60.5ὁ δὲ Κύρνος ἐπὶ πολλὰ μέρη τῆς οἰκουμένης πλανηθεὶς καὶ μὴ δυνάμενος εὑρεῖν ταύτην, κατέπλευσε τῆς Καρίας εἰς τὴν προειρημένην Χερρόνησον·
キルノスは居住世界の多くの地域をさまよったが、彼女を見つけることができず、カリアの件のケルロネソスに船を着けた。
ἀπογνοὺς δὲ τὴν εἰς οἶκον ἀνακομιδὴν κατῴκησεν ἐν τῇ Χερρονήσῳ, καὶ τὰ μὲν πείσας, τὰ δʼ ἀναγκάσας ἐβασίλευσε μέρους τῆς χώρας καὶ πόλιν ἔκτισεν ὁμώνυμον ἑαυτῷ Κύρνον·
そして故郷への帰還を諦め、ケルロネソスに定住すると、一部は説得し、一部は強制することで、その土地の一部を支配し、自分と同名の都市キルノスを建設した。
πολιτευόμενος δὲ δημοτικῶς μεγάλης ἀποδοχῆς ἐτύγχανε παρὰ τοῖς συμπολιτευομένοις.
彼は民衆に配慮した政治を行ったため、ともに市民社会を形成する人々から大いに歓迎された。