§5.59.1ὕστερον δὲ τούτων Ἀλθαιμένης ὁ Κατρέως υἱὸς τοῦ Κρητῶν βασιλέως περί τινων χρηστηριαζόμενος ἔλαβε χρησμόν, ὅτι πεπρωμένον ἐστὶν αὐτῷ τοῦ πατρὸς αὐτόχειρα γενέσθαι.
これらより後に、クレタ人の王カトレウスの息子であるアルタイメネスは、ある事柄について神託を求めていたところ、自らの手で父親を殺すことが彼に定められているという神託を受けた。
§5.59.2βουλόμενος οὖν τοῦτο τὸ μύσος ἐκφυγεῖν ἑκουσίως ἔφυγεν ἐκ τῆς Κρήτης μετὰ τῶν βουλομένων συναπᾶραι, πλειόνων ὄντων.
そこで、彼はこの忌まわしい罪を逃れたいと望み、ともに船出することを望む多くの人々とともに、自ら進んでクレタから逃亡した。
οὗτος μὲν οὖν κατέπλευσε τῆς Ῥοδίας εἰς Κάμειρον καὶ ἐπὶ ὄρους Ἀταβύρου Διὸς ἱερὸν ἱδρύσατο τοῦ προσαγορευομένου Ἀταβυρίου·
こうして彼はロドス島のカメイロスに船を寄せ、アタビュロス山の山頂に、アタビュリオスと呼ばれるゼウスの神殿を創建した。
διόπερ ἔτι καὶ νῦν τιμᾶται διαφερόντως, κείμενον ἐπί τινος ὑψηλῆς ἄκρας, ἀφʼ ἧς ἐστιν ἀφορᾶν τὴν Κρήτην.
それゆえ、この神殿は今なお格別に崇敬されており、高い山頂に位置し、そこからはクレタ島を見渡すことができる。
§5.59.3ὁ μὲν οὖν Ἀλθαιμένης μετὰ τῶν συνακολουθησάντων κατῴκησεν ἐν τῇ Καμείρῳ, τιμώμενος ὑπὸ τῶν ἐγχωρίων·
こうしてアルタイメネスは、従ってきた人々とともにカメイロスに定住し、地元の人々から敬われた。
ὁ δὲ πατὴρ αὐτοῦ Κατρεύς, ἔρημος ὢν ἀρρένων παίδων καὶ διαφερόντως ἀγαπῶν τὸν Ἀλθαιμένην, ἔπλευσεν εἰς Ῥόδον, φιλοτιμούμενος εὑρεῖν τὸν υἱὸν καὶ ἀπαγαγεῖν εἰς Κρήτην.
一方、彼の父カトレウスは、男の子供が一人もおらず、アルタイメネスを格別に愛していたため、息子を見つけてクレタに連れ戻すことを切望し、ロドス島へと航海した。
τῆς δὲ κατὰ τὸ πεπρωμένον ἀνάγκης ἐπισχυούσης, ὁ μὲν Κατρεὺς ἀπέβη μετά τινων ἐπὶ τὴν Ῥοδίαν νυκτός, καὶ γενομένης συμπλοκῆς καὶ μάχης πρὸς τοὺς ἐγχωρίους ὁ Ἀλθαιμένης ἐκβοηθῶν ἠκόντισε λόγχῃ καὶ διʼ ἄγνοιαν παίσας ἀπέκτεινε τὸν πατέρα.
しかし、運命による必然が打ち勝ったため、カトレウスはある夜、数名とともにロドス島に上陸したが、地元の人々との間で小競り合いと戦闘が発生し、アルタイメネスは救援に駆けつけ、槍を投げ、事情を知らないまま父を突いて殺してしまった。
§5.59.4γνωσθείσης δὲ τῆς πράξεως, ὁ Ἀλθαιμένης οὐ δυνάμενος φέρειν τὸ μέγεθος τῆς συμφορᾶς τὰς μὲν ἀπαντήσεις καὶ ὁμιλίας τῶν ἀνθρώπων περιέκαμπτε, διδοὺς δʼ ἑαυτὸν εἰς τὰς ἐρημίας ἠλᾶτο μόνος καὶ διὰ τὴν λύπην ἐτελεύτησεν·
この出来事が知れ渡ると、アルタイメネスは災難の大きさに耐えかねて、人々との出会いや交わりを避け、自らを荒野へと追いやると、一人でさまよい、悲しみのうちに亡くなった。
ὕστερον δὲ κατά τινα χρησμὸν τιμὰς ἔσχε παρὰ Ῥοδίοις ἡρωικάς.
後に、ある神託によって、彼はロドス人から英雄としての栄誉を受けることとなった。
§5.59.5βραχὺ δὲ πρὸ τῶν Τρωικῶν Τληπόλεμος ὁ Ἡρακλέους φεύγων διὰ τὸν Λικυμνίου θάνατον, ὃν ἀκουσίως ἦν ἀνῃρηκώς, ἔφυγεν ἑκουσίως ἐξ Ἄργους·
トロイア戦争の少し前、ヘラクレスの息子トレポレモスは、誤って殺してしまったリキュムニオスの死により追放されたため、自ら進んでアルゴスから逃亡した。
χρησμὸν δὲ λαβὼν ὑπὲρ ἀποικίας μετά τινων λαῶν κατέπλευσεν εἰς τὴν Ῥόδον, καὶ προσδεχθεὶς ὑπὸ τῶν ἐγχωρίων αὐτοῦ κατῴκησε.
そして、植民についての神託を得て、何人かの人々とともにロドス島に船を着け、地元の人々に受け入れられてそこに定住した。
§5.59.6γενόμενος δὲ βασιλεὺς πάσης τῆς νήσου τήν τε χώραν ἐπʼ ἴσης κατεκληρούχησε καὶ τἄλλα διετέλεσεν ἄρχων ἐπιεικῶς.
彼は島全体の王となると、土地を平等に分配し、その他の点でも公正に統治し続けた。
τὸ δὲ τελευταῖον μετʼ Ἀγαμέμνονος στρατεύων εἰς Ἴλιον τῆς μὲν Ῥόδου τὴν ἡγεμονίαν παρέδωκε Βούτᾳ τῷ ἐξ Ἄργους αὐτῷ μετασχόντι τῆς φυγῆς, αὐτὸς δʼ ἐπιφανὴς ἐν τῷ πολέμῳ γενόμενος ἐτελεύτησεν ἐν τῇ Τρῳάδι.
そして最後に、アガメムノンとともにイリオンへと遠征する際、ロドスの支配権を、アルゴスからともに逃亡してきたブテスに委ね、自身は戦争で名を馳せたものの、トロアス地方で没した。