Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §5.7.1-5.7.7

アイオリス諸島の火山とリパロスおよびアイオロス

329 / 406 箇所 · ギリシア語

要旨

ディオドロスはアイオリス諸島の7つの島を紹介し、その地理的特徴や激しい火山活動について述べる。さらに、これらの島に定住したリパロスと、オデュッセウスを迎え「風の支配者」と称されたアイオロスの神話的起源を説明する。

§5.7.1ἡμεῖς δὲ περὶ τούτων ἀρκούντως εἰρηκότες μεταβιβάσομεν τὸν λόγον ἐπὶ τὰς νήσους τὰς ὀνομαζομένας Αἰολίδας.
我々はこれらについて十分に語ったので、話をアイオリデスと呼ばれる島々に移そう。
αὗται δʼ εἰσὶ τὸν μὲν ἀριθμὸν ἑπτά, προσηγορίας δʼ ἔχουσι ταύτας, Στρογγύλη καὶ Εὐώνυμος, ἔτι δὲ Διδύμη καὶ Φοινικώδης καὶ Ἐρικώδης, πρὸς δὲ τούτοις Ἱερὰ Ἡφαίστου καὶ Λιπάρα,
これらは数は七つであり、次のような名前を持っている。 ストロンギュレ、ウオニュモス、さらにディデュメ、ポイニコーデス、エリコーデス、そしてこれらに加えてヘパイストスの聖なる島、およびリパラである。
§5.7.2καθʼ ἣν ὁμώνυμος πόλις καθίδρυται.
それの上には同名の都市が築かれている。
κεῖνται δʼ αὗται μεταξὺ Σικελίας καὶ Ἰταλίας ἐπʼ εὐθείας ἀπὸ πορθμοῦ καὶ τῆς πρὸς ἕω πρὸς δύσιν.
これらはシケリアとイタリアの間に位置し、海峡から直線上を東から西へと並んでいる。
ἀπέχουσι δὲ τῆς Σικελίας ὡς ἑκατὸν πεντήκοντα σταδίους, καὶ τὸ μέγεθός εἰσιν ἀλλήλαις παραπλήσιαι·
シケリアからは約百五十スタディオン離れており、大きさは互いにほぼ等しい。
ἡ δὲ μεγίστη αὐτῶν ἐστι τὴν περίμετρον σταδίων ὡς ἑκατὸν πεντήκοντα.
それらのうち最大のものは周囲が約百五十スタディオンである。
§5.7.3αὗται δὲ πᾶσαι πυρὸς ἐσχήκασιν ἀναφυσήματα μεγάλα, ὧν κρατῆρες οἱ γεγενημένοι καὶ τὰ στόμια μέχρι τοῦ νῦν εἰσι φανερά.
これらの島々はすべて大きな火の噴出を有しており、それらによって生じた火口やその噴出口は今日まで目に見える。
ἐν δὲ τῇ Στρογγύλῃ καὶ τῇ Ἱερᾷ μέχρι τοῦ νῦν ἐκ τῶν χασμάτων ἐκπίπτει πνεύματος μέγεθος καὶ βρόμος ἐξαίσιος·
ストロンギュレとヒエラでは、今日でも裂け目から莫大な量の気流と凄まじい轟音が噴き出しており、砂や真っ赤に焼けた大量の石も噴き出されている。
ἐκφυσᾶται δὲ καὶ ἅμμος καὶ λίθων διαπύρων πλῆθος, καθάπερ ἔστιν ὁρᾶν καὶ περὶ τὴν Αἴτνην γινόμενον.
それはアイトネ山の周辺で起きているのが見られるのと同様である。
§5.7.4λέγουσι γάρ τινες ἐκ τούτων τῶν νήσων ὑπονόμους εἶναι κατὰ γῆς μέχρι τῆς Αἴτνης καὶ τοῖς ἐπʼ ἀμφότερα στομίοις συνημμένους·
というのも、ある人々は、これらの島々から地下を通ってアイトネ山まで地下道が通じており、両方の側の火口と繋がっていると言っているからである。
διὸ καὶ κατὰ τὸ πλεῖστον ἐναλλὰξ κάεσθαι τοὺς ἐν ταύταις ταῖς νήσοις κρατῆρας τῶν κατὰ τὴν Αἴτνην.
それゆえ、大部分において、これらの島々の火口とアイトネ山の火口は交互に燃え上がるのだという。
§5.7.5φασὶ δὲ τὰς Αἰόλου νήσους τὸ μὲν παλαιὸν ἐρήμους γεγονέναι, μετὰ δὲ ταῦτα τὸν ὀνομαζόμενον Λίπαρον, Αὔσονος ὄντα τοῦ βασιλέως υἱόν, ὑπὸ τῶν ἀδελφῶν καταστασιασθῆναι, κυριεύσαντα δὲ νεῶν μακρῶν καὶ στρατιωτῶν ἐκ τῆς Ἰταλίας φυγεῖν εἰς τὴν ἀπὸ τούτου Λιπάραν ὀνομασθεῖσαν·
また人々は言う、アイオロスの島々は古くは無人であったが、その後、アウソン王の息子であるリパロスと呼ばれる者が、兄弟たちによって反乱を起こされ、軍船と兵士を掌握してイタリアから逃れ、彼の名にちなんでリパラと呼ばれるようになった島へと至った。
ἐν ταύτῃ δὲ τὴν ἐπώνυμον αὑτοῦ πόλιν κτίσαι, καὶ τὰς ἄλλας νήσους τὰς προειρημένας γεωργῆσαι.
そしてこの島に彼と同名の都市を建設し、前述の他の島々を耕作した。
§5.7.6τούτου δὲ γεγηρακότος Αιὄλον τὸν Ἱππότου μετά τινων παραβαλόντα εἰς τὴν Λιπάραν τὴν τοῦ Λιπάρου θυγατέρα γῆμαι Κυάνην·
彼が老いたとき、ヒッポテスの子アイオロスが何人かの者たちとともにリパラに到来し、リパロスの娘キュアネを妻とした。
καὶ τοὺς λαοὺς κοινῇ μετὰ τῶν ἐγχωρίων πολιτεύεσθαι ποιήσας ἐβασίλευσε τῆς νήσου.
そして、自分の民を土着の者たちと共同で市民生活を送らせるようにして、島を支配した。
τῷ δὲ Λιπάρῳ τῆς Ἰταλίας ἐπιθυμοῦντι συγκατεσκεύασεν αὐτῷ τοὺς περὶ τὸ Σύρρεντον τόπους, ὅπου βασιλεύσας καὶ μεγάλης ἀποδοχῆς τυχὼν ἐτελεύτησε·
また、イタリアへ戻ることを望んでいたリパロスに対しては、スッレントン周辺の地域を手に入れるのを助け、そこでリパロスは王となって大いに受け入れられ、亡くなった。
ταφεὶς δὲ μεγαλοπρεπῶς τιμῶν ἔτυχεν ἡρωικῶν παρὰ τοῖς ἐγχωρίοις.
彼は盛大に埋葬され、現地の民から英雄としての名誉を授かった。
§5.7.7ὁ δʼ Αἰόλος οὗτός ἐστι πρὸς ὃν μυθολογοῦσι τὸν Ὀδυσσέα κατὰ τὴν πλάνην ἀφικέσθαι.
このアイオロスこそ、放浪の旅の途上でオデュッセウスが訪ねたと神話で語られている人物である。
γενέσθαι δʼ αὐτόν φασιν εὐσεβῆ καὶ δίκαιον, ἔτι δὲ καὶ πρὸς τοὺς ξένους φιλάνθρωπον·
彼は信心深く公正で、さらに異邦人に対して親切であったと言われている。
πρὸς δὲ τούτοις τὴν τῶν ἱστίων χρείαν τοῖς ναυτικοῖς ἐπεισηγήσασθαι, καὶ ἀπὸ τῆς τοῦ πυρὸς προσημασίας παρατετηρηκότα προλέγειν τοὺς ἐγχωρίους ἀνέμους εὐστόχως, ἐξ οὗ ταμίαν αὐτὸν εἶναι τῶν ἀνέμων ὁ μῦθος ἀνέδειξε·
これらに加えて、彼は船乗りたちに帆の使い方を導入し、また火の兆候を観察することから、現地の民に風を正確に予言した。 このことから、彼が風の管理者であることを神話が示した。
διὰ δὲ τὴν ὑπερβολὴν τῆς εὐσεβείας φίλον τῶν θεῶν ὀνομασθῆναι.
そして彼の並外れた信心深さのゆえに、神々の友と呼ばれた。

語釈・文法注

  1. §5.7.2ἐπʼ εὐθείας ἀπὸ πορθμοῦ καὶ τῆς πρὸς ἕω πρὸς δύσιν — 空間的方向性を示す表現。前置詞句 ἐπʼ εὐθείας(直線上に)が「海峡から」を意味する ἀπὸ πορθμοῦ と、「東から西へと至る」を意味する τῆς πρὸς ἕω πρὸς δύσιν の両方に係っている。τῆς の後には方向や道の意味の名詞(ὁδοῦ など)が省略されている。
  2. §5.7.4ὑπονόμους εἶναι — 不定詞 εἶναι(存在する)の主語として、対格の ὑπονόμους が用いられている。これは形容詞の名詞化(「地下道」)として機能しており、λέγουσι(人々は言う)に導かれる間接話法(対格不定詞構文)の主部を形成している。
  3. §5.7.6τούτου δὲ γεγηρακότος — 独立分詞構文(属格独立)。リパロスが年老いた時間的背景を示している。主節の主語(アイオロス)とは異なるため、属格が用いられている。
  4. §5.7.7ταμίαν αὐτὸν εἶναι τῶν ἀνέμων ὁ μῦθος ἀνέδειξε — 動詞 ἀνέδειξε(示した、宣言した)が「彼が風の管理者であること」という対格不定詞構文(ταμίαν αὐτὸν εἶναι τῶν ἀνέμων)を目的語として取っている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §5.7.1-5.7.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.7.1-5.7.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。