§5.55.1τὴν δὲ νῆσον τὴν ὀνομαζομένην Ῥόδον πρῶτοι κατῴκησαν οἱ προσαγορευόμενοι Τελχῖνες·
ロドスと呼ばれる島には、最初にテルキネスと呼ばれる者たちが定住した。
οὗτοι δʼ ἦσαν υἱοὶ μὲν Θαλάττης, ὡς ὁ μῦθος παραδέδωκε, μυθολογοῦνται δὲ μετὰ Καφείρας τῆς Ὠκεανοῦ θυγατρὸς ἐκθρέψαι Ποσειδῶνα, Ῥέας αὐτοῖς παρακαταθεμένης τὸ βρέφος.
彼らは、神話の伝えるところによれば海(タラッタ)の息子たちであり、オケアノスの娘カペイラとともにポセイドンを育てたと語られている。 それは、レアが彼らにこの赤子を預けたからである。
§5.55.2γενέσθαι δʼ αὐτοὺς καὶ τεχνῶν τινων εὑρετὰς καὶ ἄλλων τῶν χρησίμων εἰς τὸν βίον τῶν ἀνθρώπων εἰσηγητάς.
また彼らは、特定の技術の発明者となり、人間の生活に有用な他の事柄の導入者となったとも言われている。
ἀγάλματά τε θεῶν πρῶτοι κατασκευάσαι λέγονται, καί τινα τῶν ἀρχαίων ἀφιδρυμάτων ἀπʼ ἐκείνων ἐπωνομάσθαι·
彼らは神々の像を最初に制作したと言われており、古代の神像のいくつかは彼らにちなんで名付けられている。
παρὰ μὲν γὰρ Λινδίοις Ἀπόλλωνα Τελχίνιον προσαγορευθῆναι, παρὰ δὲ Ἰαλυσίοις Ἥραν καὶ Νύμφας Τελχινίας, παρὰ δὲ Καμειρεῦσιν Ἥραν Τελχινίαν.
すなわち、リンドス人においてはアポロンが「テルキニオス」と呼ばれ、イアリュソス人においてはヘラとニンフたちが「テルキニア」と呼ばれ、カメイロス人においてはヘラが「テルキニア」と呼ばれている。
§5.55.3λέγονται δʼ οὗτοι καὶ γόητες γεγονέναι καὶ παράγειν ὅτε βούλοιντο νέφη τε καὶ ὄμβρους καὶ χαλάζας, ὁμοίως δὲ καὶ χιόνα ἐφέλκεσθαι·
さらに彼らは魔術師でもあり、望むときにはいつでも雲や雨や雹をもたらし、同様に雪をも引き寄せることができたと言われている。
ταῦτα δὲ καθάπερ καὶ τοὺς μάγους ποιεῖν ἱστοροῦσιν.
彼らはこれらのことを、あたかも魔術師(マゴス)たちのように行うと記録されている。
ἀλλάττεσθαι δὲ καὶ τὰς ἰδίας μορφάς, καὶ εἶναι φθονεροὺς ἐν τῇ διδασκαλίᾳ τῶν τεχνῶν.
また、彼らは自分自身の姿を変えることもでき、技術を教えることにおいては嫉妬深かったとも言われている。
§5.55.4Ποσειδῶνα δὲ ἀνδρωθέντα ἐρασθῆναι Ἁλίας τῆς τῶν Τελχίνων ἀδελφῆς, καὶ μιχθέντα γεννῆσαι παῖδας ἓξ μὲν ἄρρενας, μίαν δὲ θυγατέρα Ῥόδον, ἀφʼ ἧς τὴν νῆσον ὀνομασθῆναι.
ポセイドンは成人すると、テルキネスの姉妹ハリアに恋をし、彼女と結ばれて6人の息子と、1人の娘ロドスをもうけたと言われており、この娘にちなんで島が名付けられた。
§5.55.5γενέσθαι δὲ κατὰ τὸν καιρὸν τοῦτον ἐν τοῖς πρὸς ἕω μέρεσι τῆς νήσου τοὺς κληθέντας γίγαντας·
この時期に、島の東部に、ギガンテスと呼ばれる者たちが現れたと言われている。
ὅτε δὴ καὶ Ζεὺς λέγεται καταπεπολεμηκὼς Τιτᾶνας ἐρασθῆναι μιᾶς τῶν νυμφῶν Ἱμαλίας ὀνομαζομένης, καὶ τρεῖς ἐξ αὐτῆς τεκνῶσαι παῖδας, Σπαρταῖον, Κρόνιον, Κύτον.
そのまさに同じ時期に、ゼウスはティタンたちを打ち破った後、ヒマリアと呼ばれるニンフの一人に恋をし、彼女との間にスパルタイオス、クロニオス、キュトスという3人の息子をもうけたと言われている。
§5.55.6κατὰ δὲ τὴν τούτων ἡλικίαν φασὶν Ἀφροδίτην ἐκ Κυθήρων κομιζομένην εἰς Κύπρον καὶ προσορμιζομένην τῇ νήσῳ κωλυθῆναι ὑπὸ τῶν Ποσειδῶνος υἱῶν, ὄντων ὑπερηφάνων καὶ ὑβριστῶν·
彼らが成人した頃、アプロディテがキュテラからキプロスへと向かう途中でこの島に寄港しようとしたが、傲慢で不遜なポセイドンの息子たちによって妨げられたと伝えられている。
τῆς δὲ θεοῦ διὰ τὴν ὀργὴν ἐμβαλούσης αὐτοῖς μανίαν, μιγῆναι αὐτοὺς βίᾳ τῇ μητρὶ καὶ πολλὰ κακὰ δρᾶν τοὺς ἐγχωρίους.
女神が怒りのために彼らに狂気を送り込んだので、彼らは母親を力ずくで犯し、現地の人々に多くの悪事を働いた。
§5.55.7Ποσειδῶνα δὲ τὸ γεγονὸς αἰσθόμενον τοὺς υἱοὺς κρύψαι κατὰ γῆς διὰ τὴν πεπραγμένην αἰσχύνην, οὓς κληθῆναι προσηῴους δαίμονας·
ポセイドンは起こったことに気づくと、行われた不名誉な行為のために息子たちを地中に隠した。 彼らは「東方の精霊たち」と呼ばれるようになった。
ἁλίαν δὲ ῥίψασαν ἑαυτὴν εἰς τὴν θάλατταν Λευκοθέαν ὀνομασθῆναι καὶ τιμῆς ἀθανάτου τυχεῖν παρὰ τοῖς ἐγχωρίοις.
一方、ハリアは自ら海に身を投じ、レウコテアと呼ばれるようになって、現地の人々から不死の栄誉を与えられたと言われている。