§5.56.1χρόνῳ δʼ ὕστερον προαισθομένους τοὺς Τελχῖνας τὸν μέλλοντα γίνεσθαι κατακλυσμὸν ἐκλιπεῖν τὴν νῆσον καὶ διασπαρῆναι.
その後、時が経って、テルキネスたちは将来起こるべき大洪水をあらかじめ察知して島を去り、散り散りになったとされる。
λύκον δʼ ἐκ τούτων παραγενόμενον εἰς τὴν Λυκίαν Ἀπόλλωνος Λυκίου ἱερὸν ἱδρύσασθαι παρὰ τὸν Ξάνθον ποταμόν.
また、彼らのうちの一人であるリュコスがリュキア地方に至り、クサントス川のほとりにアポロン・リュキオスの神殿を創建したとされる。
§5.56.2τοῦ δὲ κατακλυσμοῦ γενομένου τοὺς μὲν ἄλλους διαφθαρῆναι, τῆς δὲ νήσου διὰ τὴν ἐπομβρίαν ἐπιπολασάντων τῶν ὑγρῶν λιμνάσαι τοὺς ἐπιπέδους τόπους, ὀλίγους δʼ εἰς τὰ μετέωρα τῆς νήσου συμφυγόντας διασωθῆναι·
大洪水が起こったとき、他の人々は滅びたが、島は豪雨のために水が溢れ、平坦な土地が湖のようになった。 一方、少数の人々は島の高地へと逃れて救われた。
ἐν οἷς ὑπάρχειν καὶ τοὺς Διὸς παῖδας.
その中にゼウスの息子たちもいたとされる。
§5.56.3ἥλιον δὲ κατὰ μὲν τὸν μῦθον ἐρασθέντα τῆς Ῥόδου τήν τε νῆσον ἀπʼ αὐτῆς ὀνομάσαι Ῥόδον καὶ τὸ ἐπιπολάζον ὕδωρ ἀφανίσαι·
神話によれば、太陽(ヘリオス)はロドスに恋をし、彼女にちなんで島をロドスと名付け、地表の水を消し去ったとされる。
ὁ δʼ ἀληθὴς λόγος ὅτι κατὰ τὴν ἐξ ἀρχῆς σύστασιν τῆς νήσου πηλώδους οὔσης ἔτι καὶ μαλακῆς, τὸν ἥλιον ἀναξηράναντα τὴν πολλὴν ὑγρότητα ζωογονῆσαι τὴν γῆν, καὶ γενέσθαι τοὺς κληθέντας ἀπʼ αὐτοῦ Ἡλιάδας, ἑπτὰ τὸν ἀριθμόν, καὶ ἄλλους ὁμοίως λαοὺς αὐτόχθονας.
しかし、真実の説によれば、島の初期の形成期において、土地がまだ泥のようで柔らかかったときに、太陽が過剰な水分を乾燥させて土地に生命力を与え、それによって彼にちなんで名付けられたヘリアダイと呼ばれる者たちが7人、そして同様に他の先住の人々が生まれたということである。
§5.56.4ἀκολούθως δὲ τούτοις νομισθῆναι τὴν νῆσον ἱερὰν Ἡλίου καὶ τοὺς μετὰ ταῦτα γενομένους Ῥοδίους διατελέσαι περιττότερον τῶν ἄλλων θεῶν τιμῶντας τὸν Ἥλιον ὡς ἀρχηγὸν τοῦ γένους αὐτῶν.
これに伴って、この島はヘリオスの聖地とみなされるようになり、その後の時代に生まれたロドス人たちは、ヘリオスを自分たちの血統の始祖として、他の神々よりも格別に崇拝し続けたとされる。
§5.56.5εἶναι δὲ τοὺς ἑπτὰ υἱοὺς Ὄχιμον, Κέρκαφον, Μάκαρα, Ἀκτῖνα, Τενάγην, Τριόπαν, Κάνδαλον, θυγατέρα δὲ μίαν, Ἠλεκτρυώνην, ἣν ἔτι παρθένον οὖσαν μεταλλάξαι τὸν βίον καὶ τιμῶν τυχεῖν παρὰ Ῥοδίοις ἡρωικῶν.
この7人の息子たちとは、オキモス、ケルカポス、マカル、アクティス、テナゲス、トリオパス、カンダロスであり、一人の娘エレクトリウネがいた。 彼女はまだ処女のうちに世を去り、ロドス人から英雄としての栄誉を与えられた。
ἀνδρωθεῖσι δὲ τοῖς Ἡλιάδαις εἰπεῖν τὸν Ἥλιον, ὅτι οἵτινες ἂν Ἀθηνᾷ θύσωσι πρῶτοι, παρʼ ἑαυτοῖς ἕξουσι τὴν θεόν·
ヘリアダイが成人したとき、ヘリオスは彼らに、アテナに最初に犠牲を捧げる者が誰であれ、その者のもとに女神を迎えることになるだろうと告げた。
τὸ δʼ αὐτὸ λέγεται διασαφῆσαι τοῖς τὴν Ἀττικὴν κατοικοῦσι.
同じことがアッティカに住む人々にも告げられたと言われている。
§5.56.6διὸ καί φασι τοὺς μὲν Ἡλιάδας διὰ τὴν σπουδὴν ἐπιλαθομένους ἐνεγκεῖν πῦρ ἐπιθεῖναι τὰ θύματα, τὸν δὲ τότε βασιλεύοντα τῶν Ἀθηναίων Κέκροπα ἐπὶ τοῦ πυρὸς θῦσαι ὕστερον.
そのため、ヘリアダイは、先を急ぐあまり火を持ってくるのを忘れてしまい、火のないまま犠牲を載せ、一方、そのときアテナイの王であったケクロプスは、その後、火を用いて犠牲を捧げたと言われている。
§5.56.7διόπερ φασὶ διαμένειν μέχρι τοῦ νῦν τὸ κατὰ τὴν θυσίαν ἴδιον ἐν τῇ Ῥόδῳ, καὶ τὴν θεὸν ἐν αὐτῇ καθιδρῦσθαι.
それゆえ、犠牲を捧げる際の特徴は今日までロドスにおいて存続しており、女神もその地に居を定めたのだと言われている。
περὶ μὲν οὖν τῶν ἀρχαιολογουμένων παρὰ Ῥοδίοις οὕτω τινὲς μυθολογοῦσιν·
さて、ロドス人の古代の事柄については、このように語る者たちがいる。
ἐν οἷς ἐστι καὶ Ζήνων ὁ τὰ περὶ ταύτης συνταξάμενος.
その中には、ロドスについての歴史をまとめたゼノンも含まれている。