§5.54.1Κάλυδναν δὲ καὶ Νίσυρον τὸ μὲν ἀρχαῖον Κᾶρες κατῴκησαν, μετὰ δὲ ταῦτα Θετταλὸς ὁ Ἡρακλέους ἀμφοτέρας τὰς νήσους κατεκτήσατο.
\nカリュドナとニシュロスには、古代にはカリア人が定住したが、その後、ヘラクレスの子テッタロスがこれら両方の島を支配下に収めた。
διόπερ Ἄντιφός τε καὶ Φείδιππος οἱ Κῴων βασιλεῖς στρατεύοντες εἰς Ἴλιον ἦρχον τῶν πλεόντων ἐκ τῶν προειρημένων νήσων.
それゆえに、コオス人の王たちであるアンティポスとペイディッポスは、イリオンへ遠征するに際し、前述の島々から出航する者たちを率いていた。
§5.54.2κατὰ δὲ τὸν ἐκ Τροίας ἀπόπλουν τέτταρες τῶν Ἀγαμέμνονος νεῶν ἐξέπεσον περὶ Κάλυδναν, καὶ τοῖς ἐγχωρίοις καταμιγέντες κατῴκησαν.
\n\nトロイアからの帰路において、アガメムノンの船のうちの4隻がカリュドナのあたりに漂着し、現地の人々と混じり合ってそこに定住した。
§5.54.3οἱ δὲ τὴν Νίσυρον τὸ παλαιὸν οἰκήσαντες ὑπὸ σεισμῶν διεφθάρησαν·
\n\n古代にニシュロスに住んでいた人々は地震によって滅びた。
ὕστερον δὲ Κῷοι, καθάπερ τὴν Κάλυδναν, ταύτην κατῴκησαν·
その後、コオス人が、カリュドナと同様に、この島に定住した。
μετὰ δὲ ταῦτα φθορᾶς ἀνθρώπων ἐν τῇ νήσῳ γενομένης οἱ Ῥόδιοι ἐποίκους εἰς αὐτὴν ἀπέστειλαν.
しかしその後、島で人口の激減が起こったため、ロドス人がそこへ入植者を送った。
§5.54.4τὴν δὲ Κάρπαθον πρῶτοι μὲν ᾤκησαν τῶν μετὰ Μίνω τινὲς συστρατευσαμένων, καθʼ ὃν χρόνον ἐθαλαττοκράτησε πρῶτος τῶν Ἑλλήνων·
\n\nカルパトスには、ミノスがギリシア人として最初に制海権を握った時期に、彼とともに遠征した人々の一部が最初に定住した。
ὕστερον δὲ πολλαῖς γενεαῖς Ἴοκλος ὁ Δημολέοντος, Ἀργεῖος ὢν τὸ γένος, κατά τι λόγιον ἀποικίαν ἀπέστειλεν εἰς τὴν Κάρπαθον.
その後、多くの世代を経て、デモレオンの子で、血統としてはアルゴス人であるイオクロスが、ある神託に従って、カルパトスに植民を派遣した。