§5.53.1τὴν δὲ νῆσον τὴν Σύμην ὀνομαζομένην, τὸ παλαιὸν ἔρημον οὖσαν, πρῶτοι κατῴκησαν οἱ μετὰ Τρίοπος ἀφικόμενοι, ὧν ἡγεῖτο Χθόνιος ὁ Ποσειδῶνος καὶ Σύμης, ἀφʼ ἧς ἡ νῆσος ἔτυχε ταύτης τῆς προσηγορίας.
かつては無人であったシメと呼ばれる島には、トリオプスとともに到着した人々が最初に定住した。 彼らを率いていたのはポセイドンとシメの子クトニオスであり、この島は彼女からこの名称を得たのである。
§5.53.2ὕστερον δʼ αὐτῆς ἐβασίλευσε Νιρεὺς ὁ Χαρόπου καὶ Ἀγλαΐας, κάλλει διαφέρων, ὃς καὶ ἐπὶ Τροίαν μετʼ Ἀγαμέμνονος ἐστράτευσε, τῆς τε νήσου δυναστεύων καὶ τῆς Κνιδίας μέρους κυριεύων.
その後、この島を支配したのは、美しさにおいて際立っていたカロポスとアグライアの子ニレウスであり、彼はアガメムノンとともにトロイアへも遠征し、この島を統治するとともにクニディアの一部をも領有していた。
μετὰ δὲ τοὺς Τρωικοὺς χρόνους κατέσχον τὴν νῆσον Κᾶρες, καθʼ ὃν καιρὸν ἐθαλαττοκράτουν.
トロイア戦争の時代の後には、カリア人がその制海権を握っていた時期にこの島を占拠した。
ὕστερον δʼ αὐχμῶν γενομένων ἔφυγον ἐκ τῆς νήσου, καὶ κατῴκησαν τὸ καλούμενον Οὐράνιον.
その後、干ばつが起こったために彼らは島から逃れ、ウラニオンと呼ばれる地に定住した。
§5.53.3ἡ δὲ Σύμη διέμεινεν ἔρημος, ἕως ὁ στόλος ὁ Λακεδαιμονίων καὶ Ἀργείων παρέβαλεν εἰς τούτους τοὺς τόπους·
接着シメは、スパルタ人とアルゴス人の艦隊がこれらの地域に立ち寄るまで無人のまま残っていた。
ἔπειτα κατῳκίσθη πάλιν τόνδε τὸν τρόπον.
その後、それは次のような方法で再び入植された。
§5.53.4τῶν μετὰ Ἱππότου τις μετασχὼν τῆς ἀποικίας, ὄνομα Ναῦσος, ἀναλαβὼν τοὺς καθυστερήσαντας τῆς κληροδοσίας, ἔρημον οὖσαν τὴν Σύμην κατῴκησε καὶ τισιν ἑτέροις ὕστερον καταπλεύσασιν, ὧν ἦν Ξοῦθος ἡγεμών, μεταδοὺς τῆς πολιτείας καὶ χώρας κοινῇ τὴν νῆσον κατῴκησε.
ヒッポトスとともに植民に参加した者の一人で、名をナウソスという者が、土地の分配に遅れた人々を引き連れて、無人であったシメに定住した。 そして、後に航海してやって来た他の人々(彼らを率いていたのはクストスであった)に市民権と土地を分け与え、共同でその島に定住した。
φασὶ δὲ τῆς ἀποικίας ταύτης μετασχεῖν τούς τε Κνιδίους καὶ Ῥοδίους.
人々は、この植民にクニドス人とロドス人も参加したと言っている。