§5.54.1Κάλυδναν δὲ καὶ Νίσυρον τὸ μὲν ἀρχαῖον Κᾶρες κατῴκησαν, μετὰ δὲ ταῦτα Θετταλὸς ὁ Ἡρακλέους ἀμφοτέρας τὰς νήσους κατεκτήσατο.
\nThe island of Calydna and Nisyros were inhabited in ancient times by the Carians, but after this, Thessalus, the son of Heracles, conquered both islands.
διόπερ Ἄντιφός τε καὶ Φείδιππος οἱ Κῴων βασιλεῖς στρατεύοντες εἰς Ἴλιον ἦρχον τῶν πλεόντων ἐκ τῶν προειρημένων νήσων. §5.54.2κατὰ δὲ τὸν ἐκ Τροίας ἀπόπλουν τέτταρες τῶν Ἀγαμέμνονος νεῶν ἐξέπεσον περὶ Κάλυδναν, καὶ τοῖς ἐγχωρίοις καταμιγέντες κατῴκησαν. §5.54.3οἱ δὲ τὴν Νίσυρον τὸ παλαιὸν οἰκήσαντες ὑπὸ σεισμῶν διεφθάρησαν· ὕστερον δὲ Κῷοι, καθάπερ τὴν Κάλυδναν, ταύτην κατῴκησαν·
For this reason, Antiphus and Phidippus, the kings of the Coans, when campaigning against Ilium, held command over those who sailed from the aforementioned islands.\n\nDuring the return voyage from Troy, four of Agamemnon's ships were cast ashore near Calydna, and mixing with the local inhabitants, they settled there.\n\nThose who inhabited Nisyros in ancient times were destroyed by earthquakes; but later the Coans settled it, just as they had done with Calydna.
μετὰ δὲ ταῦτα φθορᾶς ἀνθρώπων ἐν τῇ νήσῳ γενομένης οἱ Ῥόδιοι ἐποίκους εἰς αὐτὴν ἀπέστειλαν. §5.54.4τὴν δὲ Κάρπαθον πρῶτοι μὲν ᾤκησαν τῶν μετὰ Μίνω τινὲς συστρατευσαμένων, καθʼ ὃν χρόνον ἐθαλαττοκράτησε πρῶτος τῶν Ἑλλήνων·
After this, when a destruction of the population occurred on the island, the Rhodians sent settlers to it.\n\nCarpathos was first settled by some of those who campaigned with Minos, at the time when he was the first of the Greeks to hold the mastery of the sea.
ὕστερον δὲ πολλαῖς γενεαῖς Ἴοκλος ὁ Δημολέοντος, Ἀργεῖος ὢν τὸ γένος, κατά τι λόγιον ἀποικίαν ἀπέστειλεν εἰς τὴν Κάρπαθον.
Many generations later, Ioclus, the son of Demoleon, who was an Argive by birth, sent out a colony to Carpathos in accordance with a certain oracle.