§5.54.1Κάλυδναν δὲ καὶ Νίσυρον τὸ μὲν ἀρχαῖον Κᾶρες κατῴκησαν, μετὰ δὲ ταῦτα Θετταλὸς ὁ Ἡρακλέους ἀμφοτέρας τὰς νήσους κατεκτήσατο.
\n칼뤼드나와 니쉬로스에는 고대에 카리아인들이 정착했으나, 그 후 헤라클레스의 아들 테탈로스가 두 섬을 모두 장악했다.
διόπερ Ἄντιφός τε καὶ Φείδιππος οἱ Κῴων βασιλεῖς στρατεύοντες εἰς Ἴλιον ἦρχον τῶν πλεόντων ἐκ τῶν προειρημένων νήσων. §5.54.2κατὰ δὲ τὸν ἐκ Τροίας ἀπόπλουν τέτταρες τῶν Ἀγαμέμνονος νεῶν ἐξέπεσον περὶ Κάλυδναν, καὶ τοῖς ἐγχωρίοις καταμιγέντες κατῴκησαν. §5.54.3οἱ δὲ τὴν Νίσυρον τὸ παλαιὸν οἰκήσαντες ὑπὸ σεισμῶν διεφθάρησαν·
그리하여 코스인들의 왕인 안티포스와 페이디포스는 일리온으로 원정을 떠날 때 앞서 언급한 섬들에서 출항한 자들을 거느렸다.\n\n트로이아로부터의 귀항 중에 아가멤논의 배들 중 네 척이 칼뤼드나 부근에 표착했고, 현지 주민들과 섞여서 그곳에 정착했다.\n\n옛날에 니쉬로스에 살던 이들은 지진으로 멸망했다.
ὕστερον δὲ Κῷοι, καθάπερ τὴν Κάλυδναν, ταύτην κατῴκησαν·
그 후 코스인들이 칼뤼드나와 마찬가지로 이 섬에 정착했다.
μετὰ δὲ ταῦτα φθορᾶς ἀνθρώπων ἐν τῇ νήσῳ γενομένης οἱ Ῥόδιοι ἐποίκους εἰς αὐτὴν ἀπέστειλαν. §5.54.4τὴν δὲ Κάρπαθον πρῶτοι μὲν ᾤκησαν τῶν μετὰ Μίνω τινὲς συστρατευσαμένων, καθʼ ὃν χρόνον ἐθαλαττοκράτησε πρῶτος τῶν Ἑλλήνων·
그 뒤 이 섬에 인구의 파멸이 닥치자 로도스인들이 그곳으로 이주민들을 보냈다.\n\n카르파토스에는 그리스인 중에서 최초로 제해권을 쥐었던 미노스와 함께 원정에 참여했던 자들 중 일부가 처음으로 정착했다.
ὕστερον δὲ πολλαῖς γενεαῖς Ἴοκλος ὁ Δημολέοντος, Ἀργεῖος ὢν τὸ γένος, κατά τι λόγιον ἀποικίαν ἀπέστειλεν εἰς τὴν Κάρπαθον.
그 후 여러 세대가 지나서 데몰레온의 아들이자 가문으로는 아르고스인인 이오클로스가, 어떤 신탁에 따라 카르파토스에 식민단을 보냈다.