§5.49.1τὸν δὲ γάμον τοῦτον πρῶτον δαῖσαι θεούς, καὶ Δήμητραν μὲν Ἰασίωνος ἐρασθεῖσαν τὸν καρπὸν τοῦ σίτου δωρήσασθαι, Ἑρμῆν δὲ λύραν, Ἀθηνᾶν δὲ τὸν διαβεβοημένον ὅρμον καὶ πέπλον καὶ αὐλούς, Ἠλέκτραν δὲ τὰ τῆς μεγάλης καλουμένης μητρὸς τῶν θεῶν ἱερὰ μετὰ κυμβάλων καὶ τυμπάνων καὶ τῶν ὀργιαζόντων·
この婚礼を神々が最初に祝ったと言われており、デメテルはイアシオンを愛して穀物の実を贈り、ヘルメスは竪琴を、アテナは名高い首飾りとペプロスとアウロスを、エレクトラは、神々の大いなる母と呼ばれる方の聖なる儀式を、シンバルや太鼓、そして狂乱して祝う者たちとともに贈った。
καὶ Ἀπόλλωνα μὲν κιθαρίσαι, τὰς δὲ Μούσας αὐλῆσαι, τοὺς δʼ ἄλλους θεοὺς εὐφημοῦντας συναυξῆσαι τὸν γάμον.
そしてアポロンはキタラを弾き、ムーサたちはアウロスを吹き、ほかの神々は祝福の声を上げながら、この婚礼をさらに華やかにした。
§5.49.2μετὰ δὲ ταῦτα τὸν μὲν Κάδμον κατὰ τὸν παραδεδομένον χρησμὸν κτίσαι Θήβας τὰς ἐν Βοιωτίᾳ φασί, τὸν δʼ Ἰασίωνα γήμαντα Κυβέλην γεννῆσαι Κορύβαντα.
この後、カドモスは伝えられている神託に従ってボイオティアのテーバイを創建したと言われており、一方イアシオンはキュベレを妻としてコリュバスをもうけた。
Ἰασίωνος δὲ εἰς θεοὺς μεταστάντος, Δάρδανον καὶ Κυβέλην καὶ Κορύβαντα μετακομίσαι εἰς τὴν Ἀσίαν τὰ τῆς μητρὸς τῶν θεῶν ἱερὰ καὶ συναπᾶραι εἰς Φρυγίαν.
イアシオンが神々の列に去った後、ダルダノスとキュベレとコリュバスは、神々の母の聖なる儀式をアジアへと移し、ともにフリュギアへと渡った。
§5.49.3καὶ τὴν μὲν Κυβέλην Ὀλύμπῳ τῷ πρώτῳ συνοικήσασαν γεννῆσαι Ἀλκήν, καὶ τὴν θεὰν Κυβέλην ἀφʼ ἑαυτῆς ὀνομάσαι·
そしてキュベレは、初代のオリンポスと同棲してアルケを産み、その女神を自分にちなんでキュベレと名付けた。
τὸν δὲ Κορύβαντα τοὺς ἐπὶ τοῖς τῆς μητρὸς ἱεροῖς ἐνθουσιάσαντας ἀφʼ ἑαυτοῦ Κορύβαντας προσαγορεῦσαι,
一方コリュバスは、母の聖なる儀式において神霊に憑依された人々を、みずからの名にちなんでコリュバスたちと呼んだ。
§5.49.4γῆμαι δὲ Θήβην τὴν Κίλικος θυγατέρα.
そしてキリクスの娘テーベを妻に迎えた。
ὁμοίως δὲ τοὺς αὐλοὺς εἰς Φρυγίαν ἐντεῦθεν μετενεχθῆναι, καὶ τὴν λύραν τὴν Ἑρμοῦ εἰς Λυρνησσόν, ἣν Ἀχιλλέα ὕστερον ἐκπορθήσαντα λαβεῖν.
同様に、アウロスもここからフリュギアへと移され、ヘルメスの竪琴はリュルネッソスへと移され、後にアキレウスがその町を攻略したときにこれを手に入れた。
ἐξ Ἰασίωνος δὲ καὶ Δήμητρος Πλοῦτον γενέσθαι φασὶν οἱ μῦθοι, τὸ δʼ ἀληθές, τὸν τοῦ σίτου πλοῦτον, δωρηθέντα ἐν τῷ τῆς Ἁρμονίας γάμῳ διὰ τὴν συνουσίαν τοῦ Ἰασίωνος.
イアシオンとデメテルからプルトスが生まれたと神話は語っているが、実のところは、イアシオンとの交わりによって、ハルモニアの婚礼において贈られたのは穀物の富であった。
§5.49.5καὶ τὰ μὲν κατὰ μέρος τῆς τελετῆς ἐν ἀπορρήτοις τηρούμενα μόνοις παραδίδοται τοῖς μυηθεῖσι·
そして、儀式の詳細については秘密に守られ、入信した者たちにのみ伝えられている。
διαβεβόηται δʼ ἡ τούτων τῶν θεῶν ἐπιφάνεια καὶ παράδοξος ἐν τοῖς κινδύνοις βοήθεια τοῖς ἐπικαλεσαμένοις τῶν μυηθέντων.
しかし、これら神々の顕現と、入信した者のうちで彼らに呼び求める者たちに対する、危難における驚異的な救いは広く知れ渡っている。
§5.49.6γίνεσθαι δέ φασι καὶ εὐσεβεστέρους καὶ δικαιοτέρους καὶ κατὰ πᾶν βελτίονας ἑαυτῶν τοὺς τῶν μυστηρίων κοινωνήσαντας.
また、神秘儀式に参入した人々は、より敬虔に、より正しく、そしてあらゆる点で以前の自分自身よりも優れた者になると言われている。
διὸ καὶ τῶν ἀρχαίων ἡρώων τε καὶ ἡμιθέων τοὺς ἐπιφανεστάτους πεφιλοτιμῆσθαι μεταλαβεῖν τῆς τελετῆς·
それゆえ、古代の英雄や半神たちのうちでも最も名高い者たちが、こぞってこの儀式に参入することを熱望した。
καὶ γὰρ Ἰάσονα καὶ Διοσκόρους, ἔτι δʼ Ἡρακλέα καὶ Ὀρφέα, μυηθέντας ἐπιτυχεῖν ἐν ἁπάσαις ταῖς στρατείαις διὰ τῆν τῶν θεῶν τούτων ἐπιφάνειαν.
実際、イアソンやディオスクロイ、さらにはヘラクレスやオルフェウスも、入信したことによって、これら神々の顕現のおかげで、あらゆる遠征において成功を収めたのである。