§5.47.1περὶ δὲ τῶν κατὰ τὴν Ἑλλάδα καὶ τὸ Αἰγαῖον πέλαγος κειμένων νῦν διέξιμεν, τὴν ἀρχὴν ἀπὸ τῆς Σαμοθρᾴκης ποιησάμενοι.
さて、私たちはギリシアおよびアイガイオス海に位置する島々について、サモトラケから始めて、これから記述していくことにしよう。
ταύτην γὰρ τὴν νῆσον ἔνιοι μέν φασι τὸ παλαιὸν Σάμον ὀνομασθῆναι, τῆς δὲ νῦν Σάμου κτισθείσης διὰ τὴν ὁμωνυμίαν ἀπὸ τῆς παρακειμένης τῇ παλαιᾷ Σάμῳ Θρᾴκης Σαμοθρᾴκην ὀνομασθῆναι.
というのも、ある人々によれば、この島は古くはサモスと呼ばれていたが、現在のサモス島が創建された際、同名であることを避けるために、古いサモス島に隣接するトラケにちなんでサモトラケと名付けられたのだという。
§5.47.2ᾤκησαν δʼ αὐτὴν αὐτόχθονες ἄνθρωποι·
この島には先住の人々が住んでいた。
διὸ καὶ περὶ τῶν πρώτων γενομένων παρʼ αὐτοῖς ἀνθρώπων καὶ ἡγεμόνων οὐδεὶς παραδέδοται λόγος.
それゆえ、彼らの間で最初に生まれた人間や支配者たちについては、何の伝承も残されていない。
ἔνιοι δέ φασι τὸ παλαιὸν Σαόννησον καλουμένην διὰ τοὺς ἀποικισθέντας ἔκ τε Σάμου καὶ Θρᾴκης Σαμοθρᾴκην ὀνομασθῆναι.
しかし、ある人々は、この島は古くはサオンネソスと呼ばれており、サモスとトラケから移住した人々のおかげでサモトラケと名付けられたのだと言う。
§5.47.3ἐσχήκασι δὲ παλαιὰν ἰδίαν διάλεκτον οἱ αὐτόχθονες, ἧς πολλὰ ἐν ταῖς θυσίαις μέχρι τοῦ νῦν τηρεῖται.
先住民たちは独自の古い方言を持っており、その多くの特徴が今日に至るまで犠牲式の中で保たれている。
οἱ δὲ Σαμόθρᾳκες ἱστοροῦσι πρὸ τῶν παρὰ τοῖς ἄλλοις γενομένων κατακλυσμῶν ἕτερον ἐκεῖ μέγαν γενέσθαι, τὸ μὲν πρῶτον τοῦ περὶ τὰς Κυανέας στόματος ῥαγέντος, μετὰ δὲ ταῦτα τοῦ Ἑλλησπόντου.
サモトラケの人々は、他人の間で起こった大洪水の前に、その地で別の巨大な洪水が発生したと伝えており、最初はキュアネアイのあたりの口が破れ、その後にヘレスポントスが破れたのだという。
§5.47.4τὸ γὰρ ἐν τῷ Πόντῳ πέλαγος λίμνης ἔχον τάξιν μέχρι τοσούτου πεπληρῶσθαι διὰ τῶν εἰσρεόντων ποταμῶν, μέχρι ὅτου διὰ τὸ πλῆθος παρεκχυθὲν τὸ ῥεῦμα λάβρως ἐξέπεσεν εἰς τὸν Ἑλλήσποντον καὶ πολλὴν μὲν τῆς Ἀσίας τῆς παρὰ θάλατταν ἐπέκλυσεν, οὐκ ὀλίγην δὲ καὶ τῆς ἐπιπέδου γῆς ἐν τῇ Σαμοθρᾴκῃ θάλατταν ἐποίησε·
というのも、ポントス(黒海)の海は湖のような状態にあり、流入する河川によって満ちあふれ、ついにその水量が過多となったために、流れが激しくヘレスポントスへと流れ出し、アジアの沿岸地方の多くを浸水させ、サモトラケの平坦な土地の少なからぬ部分を海へと変えてしまったからである。
καὶ διὰ τοῦτʼ ἐν τοῖς μεταγενεστέροις καιροῖς ἐνίους τῶν ἁλιέων ἀνεσπακέναι τοῖς δικτύοις λίθινα κιονόκρανα, §5.47.5ὡς καὶ πόλεων κατακεκλυσμένων.
そしてこのために、後世において、漁師たちの中には網で石製の柱頭を引き揚げた者もいたという、これは都市が水没したためである。
τοὺς δὲ περιληφθέντας προσαναδραμεῖν εἰς τοὺς ὑψηλοτέρους τῆς νήσου τόπους·
生き残った人々は島のより高い場所へと逃げ登った。
τῆς δὲ θαλάττης ἀναβαινούσης ἀεὶ μᾶλλον, εὔξασθαι τοῖς θεοῖς τοὺς ἐγχωρίους, καὶ διασωθέντας κύκλῳ περὶ ὅλην τὴν νῆσον ὅρους θέσθαι τῆς σωτηρίας, καὶ βωμοὺς ἱδρύσασθαι, ἐφʼ ὧν μέχρι τοῦ νῦν θύειν·
そして海が常にさらに上昇したため、現地の人々は神々に祈り、救われた後に島全体の周囲に救済の境界を定め、祭壇を築き、その上で今日に至るまで犠牲を捧げている。
ὥστʼ εἶναι φανερὸν ὅτι πρὸ τοῦ κατακλυσμοῦ κατῴκουν τὴν Σαμοθρᾴκην.
したがって、彼らが洪水の前にサモトラケに住んでいたことは明らかである。