§5.46.1οἱ δὲ στρατιῶται λαμβάνοντες τὰς μεμερισμένας συντάξεις φυλάττουσι τὴν χώραν, διειληφότες ὀχυρώμασι καὶ παρεμβολαῖς·
他方、軍人たちは割り当てられた手当を受け取って領土を守っており、砦や陣営に分かれて駐屯している。
ἔστι γάρ τι μέρος τῆς χώρας ἔχον λῃστήρια θρασέων καὶ παρανόμων ἀνθρώπων, οἳ τοὺς γεωργοὺς ἐνεδρεύοντες πολεμοῦσι τούτους.
というのも、この地方の一部には、大胆不敵で無法な者たちによる盗賊の巣窟が存在し、彼らは農民たちを待ち伏せして襲撃するからである。
§5.46.2αὐτοὶ δʼ οἱ ἱερεῖς πολὺ τῶν ἄλλων ὑπερέχουσι τρυφῇ καὶ ταῖς ἄλλαις ταῖς ἐν τῷ βίῳ καθαρειότησι καὶ πολυτελείαις·
神官たち自身は、贅沢さや、その他の生活における清潔さと豪奢さにおいて、他の人々をはるかに凌駕している。
στολὰς μὲν γὰρ ἔχουσι λινᾶς, τῇ λεπτότητι καὶ μαλακότητι διαφόρους, ποτὲ δὲ καὶ τὰς ἐκ τῶν μαλακωτάτων ἐρίων κατεσκευασμένας ἐσθῆτας φοροῦσι·
というのも、彼らは細やかさと柔らかさにおいて際立った亜麻布の衣を身にまとっており、時には、最も柔らかい羊毛で作られた衣服を着ることもある。
πρὸς δὲ τούτοις μίτρας ἔχουσι χρυσοϋφεῖς· τὴν δʼ ὑπόδεσιν ἔχουσι σανδάλια ποικίλα φιλοτέχνως εἰργασμένα·
これらに加えて、金糸で織られた頭巾をかぶり、履物としては、巧みに作られた色とりどりのサンダルを履いている。
χρυσοφοροῦσι δʼ ὁμοίως ταῖς γυναιξὶ πλὴν τῶν ἐνωτίων.
また、耳飾りを除けば、女性たちと同様に金の装飾品を身につけている。
προσεδρεύουσι δὲ μάλιστα ταῖς τῶν θεῶν θεραπείαις καὶ τοῖς περὶ τούτων ὕμνοις τε καὶ ἐγκωμίοις, μετʼ ᾠδῆς τὰς πράξεις αὐτῶν καὶ τὰς εἰς ἀνθρώπους εὐεργεσίας διαπορευόμενοι.
彼らは何よりも神々の崇拝と、神々に関する讃歌や恩徳を讃える歌に専念し、歌を伴って神々の事績と人間に対する恵みを詳細に語り伝える。
§5.46.3μυθολογοῦσι δʼ οἱ ἱερεῖς τὸ γένος αὐτοῖς ἐκ Κρήτης ὑπάρχειν, ὑπὸ Διὸς ἠγμένοις εἰς τὴν Παγχαίαν, ὅτε κατʼ ἀνθρώπους ὢν ἐβασίλευε τῆς οἰκουμένης·
また、神官たちは神話として、自分たちの祖先はクレーテー島の出身であり、ゼウスがまだ人間の姿で人の間にあって居住世界を支配していた時に、彼によってパンカイアへと連れてこられたのだと語る。
καὶ τούτων σημεῖα φέρουσι τῆς διαλέκτου, δεικνύντες τὰ πολλὰ διαμένειν παρʼ αὑτοῖς Κρητικῶς ὀνομαζόμενα·
そして、このことの証拠として自分たちの言葉を挙げ、彼らの間で多くのものが今でもクレーテー風に名付けられて残っていることを示す。
τήν τε πρὸς αὐτοὺς οἰκειότητα καὶ φιλανθρωπίαν ἐκ προγόνων παρειληφέναι, τῆς φήμης ταύτης τοῖς ἐκγόνοις παραδιδομένης ἀεί.
また、彼らに対する親近感と親愛の情を祖先から受け継いでおり、この伝承が常に子孫へと伝えられているとも言う。
ἐδείκνυον δὲ καὶ ἀναγραφὰς τούτων, ἃς ἔφασαν τὸν Δία πεποιῆσθαι καθʼ ὃν καιρὸν ἔτι κατʼ ἀνθρώπους ὢν ἱδρύσατο τὸ ἱερόν.
さらに、これらのことに関する記録も彼らは提示したが、それはゼウスがまだ人間の間にあって神殿を創建した当時に自ら作成したものであると、彼らは主張した。
§5.46.4ἔχει δʼ ἡ χώρα μέταλλα δαψιλῆ χρυσοῦ τε καὶ ἀργύρου καὶ χαλκοῦ καὶ καττιτέρου καὶ σιδήρου·
この地方には金、銀、銅、錫、鉄の豊富な鉱山がある。
καὶ τούτων οὐδὲν ἔστιν ἐξενεγκεῖν ἐκ τῆς νήσου, τοῖς δʼ ἱερεῦσιν οὐδʼ ἐξελθεῖν τὸ παράπαν ἐκ τῆς καθιερωμένης χώρας·
そして、これらはいずれも島から持ち出すことはできず、また神官たちには、聖なる地から外へ出ることもまったく許されていない。
τὸν δʼ ἐξελθόντα ἐξουσίαν ἔχει ὁ περιτυχὼν ἀποκτεῖναι.
外に出た者に対しては、遭遇した者が誰であれ、その者を殺害する権利がある。
§5.46.5ἀναθήματα δὲ χρυσᾶ καὶ ἀργυρᾶ πολλὰ καὶ μεγάλα τοῖς θεοῖς ἀνάκειται, σεσωρευκότος τοῦ χρόνου τὸ πλῆθος τῶν καθιερωμένων ἀναθημάτων.
また、神々には多くの、そして巨大な金や銀の奉納品が捧げられており、歳月の経過が、これら捧げられた奉納品の数々を蓄積させてきたのである。
§5.46.6τά τε θυρώματα τοῦ ναοῦ θαυμαστὰς ἔχει τὰς κατασκευὰς ἐξ ἀργύρου καὶ χρυσοῦ καὶ ἐλέφαντος, ἔτι δὲ θύας δεδημιουργημένας.
神殿の扉口は、銀、金、象牙、さらに精巧に加工されたシトロン材で作られた、驚くべき装飾を施されている。
ἡ δὲ κλίνη τοῦ θεοῦ τὸ μὲν μῆκος ὑπάρχει πηχῶν ἕξ, τὸ δὲ πλάτος τεττάρων, χρυσῆ δʼ ὅλη καὶ τῇ κατὰ μέρος ἐργασίᾳ φιλοτέχνως κατεσκευασμένη.
神の寝台は長さが六プēkhys、幅が四プēkhysあり、全体が金で作られており、細部の仕上げに至るまで巧みに造り上げられている。
§5.46.7παραπλήσιος δὲ καὶ ἡ τράπεζα τοῦ θεοῦ καὶ τῷ μεγέθει καὶ τῇ λοιπῇ πολυτελείᾳ παράκειται πλησίον τῆς κλίνης.
神の供物台も、その大きさとその他の豪華さにおいて同様であり、寝台の近くに並べて置かれている。
κατὰ μέσην δὲ τὴν κλίνην ἕστηκε στήλη χρυσῆ μεγάλη, γράμματα ἔχουσα τὰ παρʼ Αἰγυπτίοις ἱερὰ καλούμενα, δι’ ὧν ἦσαν αἱ πράξεις Οὐρανοῦ τε καὶ Διὸς ἀναγεγραμμέναι, καὶ μετὰ ταύτας αἱ Ἀρτέμιδος καὶ Ἀπόλλωνος ὑφʼ Ἑρμοῦ προσαναγεγραμμέναι.
そして寝台の中央に対面して大きな金の碑が立っており、それにはエジプト人の間で神聖文字と呼ばれる文字が刻まれている。 それらを通じてウラノスとゼウスの事績が記録されており、その後に、ヘルメースによって追記されたアルテミスとアポローンの事績が続いている。
περὶ μὲν οὖν τῶν κατʼ ἀντικρὺ τῆς Ἀραβίας ἐν ὠκεανῷ νήσων ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσι.
さて、アラビアの対面にある外洋の中の諸島については、これまでに述べたことで十分としよう。