Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §5.41.1-5.41.6

アラビア南方の諸島とイエラ島の香料

363 / 406 箇所 · ギリシア語

要旨

筆者は、東方に位置しケドロシアに隣接するアラビアの南方の島々、とりわけその肥沃な土地と、高価な乳香や没薬を産出するイエラ島を含む諸島、およびそれらの特産植物の生態について叙述する。

§5.41.1ἐπεὶ δὲ περὶ τῆς πρὸς ἑσπέραν κεκλιμένης χώρας καὶ τῆς πρὸς τὰς ἄρκτους νενευκυίας, ἔτι δὲ τῶν κατὰ τὸν ὠκεανὸν νήσων διεξήλθομεν, ἐν μέρει διέξιμεν περὶ τῶν κατὰ τὴν μεσημβρίαν νήσων τῶν ἐν ὠκεανῷ τῆς Ἀραβίας τῆς πρὸς ἀνατολὴν κεκλιμένης καὶ προσοριζούσης τῇ καλουμένῃ Κεδρωσίᾳ.
私たちが西に位置する土地や北に傾いた土地、さらには大洋の中の島々について論じ終えたので、今度は、東に位置し、いわゆるケドロシアに隣接するアラビアの大洋の、南方に位置する諸島について順に論じることにしよう。
§5.41.2ἡ μὲν γὰρ χώρα πολλαῖς κώμαις καὶ πόλεσιν ἀξιολόγοις κατοικεῖται, καὶ τούτων αἱ μὲν ἐπὶ χωμάτων ἀξιολόγων κεῖνται, αἱ δʼ ἐπὶ γεωλόφων ἢ πεδίων καθίδρυνται·
というのも、その土地には多くの村や注目すべき都市があり、これらのうちあるものは高い盛り土の上に位置し、あるものは丘や平原に据えられているからである。
ἔχουσι δʼ αὐτῶν αἱ μέγισται βασίλεια κατεσκευασμένα πολυτελῶς, πλῆθος οἰκητόρων ἔχοντα καὶ κτήσεις ἱκανάς.
そして、それらのうちで最大の都市は、贅沢に建設された王宮を擁しており、多数の居住者と十分な財産を抱えている。
§5.41.3πᾶσα δʼ αὐτῶν ἡ χώρα γέμει θρεμμάτων παντοδαπῶν, καρποφοροῦσα καὶ νομὰς ἀφθόνους παρεχομένη τοῖς βοσκήμασι·
彼らの土地全体はあらゆる種類の家畜に満ちており、実りをもたらし、家畜に豊かな牧草地を提供している。
ποταμοί τε πολλοὶ διαρρέοντες ἐν αὐτῇ πολλὴν ἀρδεύουσι χώραν, συνεργοῦντες πρὸς τελείαν αὔξησιν τῶν καρπῶν.
また、そこを流れる多くの川が多くの土地を潤し、作物の完全な成長を助けている。
διὸ καὶ τῆς Ἀραβίας ἡ πρωτεύουσα τῇ ἀρετῇ προσηγορίαν ἔλαβεν οἰκείαν, εὐδαίμων ὀνομασθεῖσα.
それゆえ、その優秀さにおいてアラビアの第一位を占める地域は、「幸福な」と名付けられて、それにふさわしい名称を得た。
§5.41.4ταύτης δὲ κατὰ τὰς ἐσχατιὰς τῆς παρωκεανίτιδος χώρας κατʼ ἀντικρὺ νῆσοι κεῖνται πλείους, ὧν τρεῖς εἰσιν ἄξιαι τῆς ἱστορικῆς ἀναγραφῆς, μία μὲν ἡ προσαγορευομένη Ἱερά, καθʼ ἣν οὐκ ἔξεστι τοὺς τετελευτηκότας θάπτειν, ἑτέρα δὲ πλησίον ταύτης, ἀπέχουσα σταδίους ἑπτά, εἰς ἣν κομίζουσι τὰ σώματα τῶν ἀποθανόντων ταφῆς ἀξιοῦντες.
この大洋に臨む土地の端の向かい側にはいくつかの島が横たわっており、そのうちの3つが歴史に記録するに値する。 一つはいわゆるイエラで、そこでは死者を葬ることが許されていない。 もう一つはこれに近く、7スタディオン離れており、人々は埋葬を施すために死者の遺体をそこに運ぶ。
ἡ δʼ οὖν Ἱερὰ τῶν μὲν ἄλλων καρπῶν ἄμοιρός ἐστι, φέρει δὲ λιβανωτοῦ τοσοῦτο πλῆθος, ὥστε διαρκεῖν καθʼ ὅλην τὴν οἰκουμένην πρὸς τὰς τῶν θεῶν τιμάς·
ところで、イエラは他の作物には恵まれていないが、神々の崇拝のために全世界に行き渡るほど極めて大量の乳香を産出する。
ἔχει δὲ καὶ σμύρνης πλῆθος διάφορον καὶ τῶν ἄλλων θυμιαμάτων παντοδαπὰς φύσεις, παρεχομένας πολλὴν εὐωδίαν.
また、優れた没薬も大量に産出し、その他のあらゆる種類の香料を産出して、豊かな香りを漂わせている。
§5.41.5ἡ δὲ φύσις ἐστὶ τοῦ λιβανωτοῦ καὶ ἡ κατασκευὴ τοιάδε·
乳香の性質と製法は次のようである。
δένδρον ἐστὶ τῷ μὲν μεγέθει μικρόν, τῇ δὲ προσόψει τῇ ἀκάνθῃ τῇ Αἰγυπτίᾳ τῇ λευκῇ παρεμφερές, τὰ δὲ φύλλα τοῦ δένδρου ὅμοια τῇ ὀνομαζομένῃ ἰτέᾳ, καὶ τὸ ἄνθος ἐπʼ αὐτῷ φύεται χρυσοειδές, ὁ δὲ λιβανωτὸς γινόμενος ἐξ αὐτοῦ ὀπίζεται ὡς ἂν δάκρυον.
その木は大きさにおいては小さく、見た目はエジプトの白いアカシアに似ており、その木の葉はいわゆる柳に似ていて、そこに咲く花は黄金色である。 そしてそれから得られる乳香は、涙のように滲み出る。
§5.41.6τὸ δὲ τῆς σμύρνης δένδρον ὅμοιόν ἐστι τῇ σχίνῳ, τὸ δὲ φύλλον ἔχει λεπτότερον καὶ πυκνότερον.
没薬の木はマスティックの木に似ており、その葉はより細く、より密に茂っている。
ὀπίζεται δὲ περισκαφείσης τῆς γῆς ἀπὸ τῶν ῥιζῶν, καὶ ὅσα μὲν αὐτῶν ἐν ἀγαθῇ γῇ πέφυκεν, ἐκ τούτων γίνεται δὶς τοῦ ἐνιαυτοῦ, ἔαρος καὶ θέρους·
それは、根の周囲の土を掘り起こすことによって分泌される。 そしてそれらのうちで良い土壌に育っているものは、年に2回、春と夏に採取される。
καὶ ὁ μὲν πυρρὸς ἐαρινὸς ὑπάρχει διὰ τὰς δρόσους, ὁ δὲ λευκὸς θερινός ἐστι.
そして赤いものは、露のために春のものであり、白いものは夏のものである。
τοῦ δὲ παλιούρου συλλέγουσι τὸν καρπόν, καὶ χρῶνται βρωτοῖς καὶ ποτοῖς καὶ πρὸς τὰς κοιλίας τὰς ῥεούσας φαρμάκῳ.
また、パリオウロスの果実を人々は収穫し、食べ物や飲み物に用い、下痢に対する薬として用いる。

語釈・文法注

  1. §5.41.1τῆς Ἀραβίας τῆς πρὸς ἀνατολὴν κεκλιμένης καὶ προσοριζούσης τῇ καλουμένῃ Κεδρωσίᾳ — 属格 `τῆς Ἀραβίας` は、先行する名詞句 `τῶν κατὰ τὴν μεσημβρίαν νήσων τῶν ἐν ὠκεανῷ` にかかり、島々がアラビアの沿岸に位置することを示す。そのアラビア自体が、東に傾きケドロシアに接していると説明されている。
  2. §5.41.3τῆς Ἀραβίας ἡ πρωτεύουσα τῇ ἀρετῇ — 名詞化した女性形分詞 `ἡ πρωτεύουσα` は「第一位の、最も優れた部分」を意味し、観点の与格 `τῇ ἀρετῇ`(優秀さ・肥沃さにおいて)によって限定されている。これは歴史的に「幸福なアラビア」と呼ばれた肥沃な南部地域を指す。
  3. §5.41.5ὡς ἂν δάκρυον — 比較の接続詞 `ὡς` に小辞 `ἄν` が伴うことで、「(あたかも)涙であるかのように」という仮定・比喩のニュアンスが強調されている。これは潜在的な動詞(希求法や直説法過去)を伴う文の省略形ともみなせる。
  4. §5.41.6ὀπίζεται δὲ περισκαφείσης τῆς γῆς ἀπὸ τῶν ῥιζῶν — `περισκαφείσης τῆς γῆς` は属格独立構文(Genitive Absolute)であり、ここでは行為の手段、または分泌を促すための条件(根の周りの土を掘り起こすことによって)を表している。
  5. §5.41.6πρὸς τὰς κοιλίας τὰς ῥεούσας — 文字通りには「流れる腹に対して」であるが、古典期の医学書等で用いられる下痢(diarrhea)を指す慣用的な表現である。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §5.41.1-5.41.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.41.1-5.41.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。