§5.43.1τὸ μὲν οὖν περὶ τὸ ἱερὸν πεδίον συνηρεφές ἐστι παντοίοις δένδρεσιν, οὐ μόνον καρποφόροις, ἀλλὰ καὶ τοῖς ἄλλοις τοῖς δυναμένοις τέρπειν τὴν ὅρασιν·
さて、神殿の周りの平原は、実を結ぶものだけでなく、視覚を楽しませることのできる他のあらゆる種類の木々で鬱蒼と覆われている。
κυπαρίττων τε γὰρ ἐξαισίων τοῖς μεγέθεσι καὶ πλατάνων καὶ δάφνης καὶ μυρσίνης καταγέμει, πλήθοντος τοῦ τόπου ναματιαίων ὑδάτων.
というのも、その大きさにおいて並外れたイトスギや、プラタナス、月桂樹、ミルトスが満ちており、その場所は湧き水で満ち溢れているからである。
§5.43.2πλησίον γὰρ τοῦ τεμένους ἐκ τῆς γῆς ἐκπίπτει τηλικαύτη τὸ μέγεθος πηγὴ γλυκέος ὕδατος, ὥστε ποταμὸν ἐξ αὐτῆς γίνεσθαι πλωτόν·
聖域の近くには、地中から極めて巨大な真水の泉が湧き出ており、そこから船の通航可能な川が生じるほどである。
ἐκ τούτου δʼ εἰς πολλὰ μέρη τοῦ ὕδατος διαιρουμένου, καὶ τούτων ἀρδευομένων, κατὰ πάντα τὸν τοῦ πεδίου τόπον συνάγκειαι δένδρων ὑψηλῶν πεφύκασι συνεχεῖς, ἐν αἱς πλῆθος ἀνδρῶν ἐν τοῖς τοῦ θέρους καιροῖς ἐνδιατρίβει, ὀρνέων τε πλῆθος παντοδαπῶν ἐννεοττεύεται, ταῖς χρόαις διάφορα καὶ ταῖς μελῳδίαις μεγάλην παρεχόμενα τέρψιν, κηπεῖαί τε παντοδαπαὶ καὶ λειμῶνες πολλοὶ καὶ διάφοροι ταῖς χλόαις καὶ τοῖς ἄνθεσιν, ὥστε τῇ θεοπρεπείᾳ τῆς προσόψεως ἄξιον τῶν ἐγχωρίων θεῶν φαίνεσθαι.
この川から水が多くの流路に分かれ、それらによって平原が潤されているため、平原のあらゆる場所に背の高い木々が途切れなく密生した木立が自生しており、その中では夏の時期に多くの人々が憩い、羽の色が多様で、その歌声によって大きな喜びを与えるあらゆる種類の鳥たちの群れが巣を作っている。 また、あらゆる種類の庭園や、緑の草地、その草の葉や花々において多彩な多くの牧草地があり、その外観の神聖さのゆえに、この場所は現地の神々にふさわしいものに見えるほどである。
§5.43.3ἦν δὲ καὶ τῶν φοινίκων στελέχη μεγάλα καὶ καρποφόρα διαφερόντως καὶ καρύαι πολλαὶ ἀκροδρύων δαψιλεστάτην τοῖς ἐγχωρίοις ἀπόλαυσιν παρεχόμεναι.
また、ナツメヤシの並外れて大きく実り豊かな幹もあり、多くのクルミの木が、地元の住民たちに果実の極めて豊かな恵みを提供していた。
χωρὶς δὲ τούτων ὑπῆρχον ἄμπελοί τε πολλαὶ καὶ παντοδαπαί, αἳ πρὸς ὕψος ἀνηγμέναι καὶ διαπεπλεγμέναι ποικίλως τὴν πρόσοψιν ἡδεῖαν ἐποίουν καὶ τὴν ἀπόλαυσιν τῆς ὥρας ἑτοιμοτάτην παρείχοντο.
これらとは別に、多くの、そしてあらゆる種類のブドウの木があり、それらは高く伸ばされ、様々に絡み合って、外観を心地よいものにし、季節の恵みを極めて手軽に味わえるようにしていた。